ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Απόδοσις – Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἰωάννου Μοναχοῦ ΤΟ ΑΚΟΥΤΕ

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ὧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)

Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὢ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρωπον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσασθαι· ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ, καὶ Θεῷ, ἀναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν· σὺ γὰρ βαπτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίωσας ἡμᾶς, διὸ βοῶμέν σοι· Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

[…]

Δόξα… Καὶ νῦν…

Ἦχος πλ. δ΄

Θεοφάνους

Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν. Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.

Ἀπολυτίκιον Ἦχος α΄

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

http://analogion.gr/glt/texts/Jan/14.uni.htm

13/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , , | Σχολιάστε

Προσευχή ἐπί τῇ μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς.

Ἦχος β’

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ

 Ὕμνον, νῦν μεθέορτον πιστοί, ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ· ἤδη γὰρ ἐφέστηκε, πρὸς Ἰορδάνην σαρκί, ὁ Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχων, φύσει τῆς Θεότητος, τῷ Ἰωάννῃ βοῶν· Δεῦρο, Βαπτιστὰ βάπτισόν με· θέλω γὰρ ἐκπλῦναι τοῦ ῥύπου, φύσιν τῶν ἀνθρώπων ὡς φιλάνθρωπος.

 

Τρόμῳ, λειτουργοῦσί σοι Χριστέ, πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, ὡς Βασιλεῖ καὶ Θεῷ· ὅλως ἀτενίσαι σοι, τὰ Χερουβὶμ οὐ τολμᾷ· κορυφῆς δὲ τῆς θείας σου, κελεύεις μοι ψαῦσαι, χόρτῳ ὄντι Δέσποτα, ὁ Ἰωάννης φησί· φόβῳ δὲ συνέχομαι ὅλος, μὴ με πῦρ τὸ ἄστεκτον φλέξῃ, τῆς φρικτῆς σου Κύριε Θεότητος.

 

Ἦλθον, ἐκ Παρθένου σαρκωθείς, ῥείθροις τὸν Ἀδὰμ ἀναπλάσαι τοῦ Ἰορδάνου φησίν, αὖθις πρὸς τὸν Πρόδρομον, ὁ Λυτρωτὴς καὶ Θεός· ὡς Χριστῷ οὖν μοι πρόσελθε, καὶ γὰρ Ἰωάννῃ, τοῦτο φύσει πέφυκα, καὶ βάπτισόν με σαρκί· ὅπως τῶν δρακόντων συντρίψω, κάρας τῶν ἐκεῖ, ὁ τοῦ κόσμου, πᾶσαν ἁμαρτίαν αἴρων Κύριος.

Στιχηρὰ τῆς Ἁγίας, ὅμοια

Ὅτε, τῷ τοῦ Πνεύματος φωτί, καταλαμπομένη πλουσίως, πλοῦτον ἐμίσησας, μόνον ἀγαπήσασα τὸν ἐπουράνιον, τὴν Μαρτύρων στερρότητα, σαφῶς ἐνεδύσω, καὶ πρὸς ὑπερβάλλοντας, πόνους ἐχώρησας· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.

 

Ὅτε, τὸ δυσῶδες τῆς σαρκός, καὶ τῆς ἁμαρτίας τὴν φλόγα, Ἁγνὴ κατέσβεσας, δρόσῳ θείου Πνεύματος, τοῦ συνεργοῦντός σοι, τότε θῆρας ἐφίμωσας, σταδίου ἐν μέσῳ, σῶμα παραδοῦσα σου, πρὸς αἰκισμοὺς ἀνδρικῶς· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.

 

Ξίφος, οὐδὲ πῦρ οὐκ αἰκισμοί, θλίψεις οὐ λιμὸς οὐ παντοίας, εἶδος κολάσεως, σοῦ τὸν πρὸς τὸν Κύριον, ἤμβλυνεν ἔρωτα· διαπύρῳ καρδίᾳ γάρ, αὐτὸν ἐκζητοῦσα, πάντα τὰ ὁρώμενα, ὑφ᾿ ἓν διέπτυσας, Μάρτυς, καὶ παστάδος τῆς θείας, ἔνδον κατεσκήνωσας νύμφη, τοῦ Παμβασιλέως χρηματίσασα.

Δόξα… Καὶ νῦν… Ἦχος πλ. β’

Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.

[ …]

 

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

http://analogion.gr/glt/texts/Jan/12.uni.htm

11/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , | Σχολιάστε

Προσευχή ἐπί τῇ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.

Ἦχος πλ. α’ Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ

 Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, μεγάλως ἠγωνίσω ἐν τῇ προσκαίρῳ ζωῇ, ἐν ὕμνοις καὶ νηστείαις καὶ ἀγρυπνίαις, τύπος γενόμενος τῶν σῶν φοιτητῶν, νῦν δὲ συγχορεύεις μετὰ τῶν Ἀσωμάτων, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον καὶ Λυτρωτήν, τὸν ὑποκλίναντα τὴν κάραν τῷ Προδρόμῳ, καὶ ἁγιάσαντα τὴν φύσιν τῶν ὑδάτων. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μὲγα ἔλεος. (Δὶς)

 

Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαρὰν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, σοὶ ἐνεσκήνωσεν ὡς ἄχραντον φῶς, οὗ τῇ ἐνεργείᾳ φαιδρῶς ἠγλαϊσμένος, Χριστὸν ἀπαύστως δοξολογεῖς, τὸν ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Υἱόν, τὸν βαπτιζόμενον χειρὶ τῇ τοῦ Προδρόμου, καὶ μαρτυρούμενον τῇ φωνῇ τῇ πατρῴᾳ. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.(Δὶς)

 

Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εἰκότως ἠξιώθης τῆς μακαρίας ζωῆς, ἁγνείᾳ καὶ ἀσκήσει ταύτην εὑρών· ζῶν γὰρ μετέστης πρὸς τὴν ἄνω ζωήν, πᾶσι χαίρειν εἰπών, καὶ σὺν τοῖς Ἀσωμάτοις, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Παρθένου ἀφράστως σάρκα λαβόντα, καὶ καταδύσαντα τάς ἡμῶν ἁμαρτίας, ἐν τῷ Βαπτίσματι, ἐν ῥείθροις Ἰορδάνου. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.(Δὶς)

Δόξα… Ἦχος β’

Ὅσιε Πάτερ, ὡς πόλιν ζῶντος Θεοῦ, εὔφραναν τὴν ἱερὰν σου ψυχήν, τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ ὕδατος τῆς ἀφέσεως, τοῦ διελθόντος τὸν Ἰορδάνην, καὶ πᾶσι τοῖς πέρασι, τῆς εὐσεβείας τὸν λόγον πηγάσαντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε παμμάκαρ Θεοδόσιε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν… ὁ αὐτὸς

[ …]

Ἀπόστιχα Στιχηρὰ Προσόμια τῆς Ἑορτῆς.

Ἦχος δ’ Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Ἴδε πῶς περίκειμαι, τὴν σὴν εἰκόνα ἣν ἔπλασα, ὑπὲρ νοῦν ταπεινούμενος, ὁ Κύριος ἔφησε. Τὶ οὖν ξένον φίλε, εἰ καθυποκύπτω, τῇ δεξιᾷ σου ὥς περ εἷς, τῶν σῶν συνδούλων καὶ περιβάλλομαι, γυμνούμενος τὰ ὕδατα; τοὺς γυμνωθέντας γὰρ βούλομαι, ἐπενδῦσαι ὡς εὔσπλαγχνος, ἀφθαρσίαν αἰώνιον.

 

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

 

Ὤφθης σωματούμενος, ἀλλὰ νηδὺς σε ἐδέξατο, ἀκατάφλεκτος μείνασα· κάμινος γὰρ πόρρωθεν, ταύτην εἰκονίζει, μὴ φλέξασα Παῖδας, ἐγὼ δὲ χόρτος ὢν πυρί, πῶς ἐπιθήσω χεῖράς σοι Δεσπότα; ὃν φρίττει τὰ οὐράνια, καὶ τὰ ἐπίγεια ἅπαντα; Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

 

Σὺ με ἐν τοῖς ὕδασι, τοῦ Ἰορδάνου ἀπόπλυνον, ῥύπον ὅλως μὴ ἔχοντα, ὁ Κύριος ἔφησε· καὶ ἡ ῥυπωθεῖσα, φύσις τῶν ἀνθρώπων, τῇ παραβάσει τοῦ Ἀδάμ, ἀποπλυθεῖσα καινὴ γενήσεται· ἐμοῦ βαπτιζομένου γάρ, ἡ ἀναγέννησις ἅπασι, τοῖς ἀνθρώποις δι’ ὕδατος, καὶ τοῦ Πνεύματος γίνεται.

Δόξα… Ἦχος πλ. δ’

Τοῦ Στουδίτου

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν, Πατὴρ ἡμῶν Θεοδόσιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων. Μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν… ὁ αὐτὸς

Τὰ τῶν Ἀγγέλων στρατεύματα ἐξίσταντο, ὁρῶντά σε σήμερον ἐν Ἰορδάνῃ, γυμνὸν ἑστῶτα Σωτὴρ ἐν τοῖς ὕδασι, καὶ τὴν ἄχραντον κορυφήν σου ὑποκλίναντα, βαπτισθῆναι ὑπὸ Ἰωάννου· σοῦ γὰρ πτωχεύσαντος ἑκουσίως, ὁ κόσμος ἐπλουτίσθη, Κύριε δόξα σοι.

Ἀπολυτίκιον Ἦχος πλ. δ’

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν. Ὅσιε Πατὴρ ἡμῶν Θεοδόσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν…

Τῆς Ἑορτῆς Ἦχος α’

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

http://analogion.gr/glt/texts/Jan/11.uni.htm

10/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , | Σχολιάστε

Προσευχή επί τῇ μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης, καὶ Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς.

Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ

 Ὅσιε Πάτερ, Ἱερώτατε Γρηγόριε, ὁ κάλαμος ὁ πλήρης τῆς Παρακλήτου πνοῆς, καὶ γλῶσσα τρανοτάτη τῆς εὐσεβείας· λύχνος πολύφωτος, τῆς θείας αὐγῆς, κήρυξ ἀληθείας, κρηπὶς θεολογίας, πηγὴ δογμάτων τῶν ὑψηλῶν, τῶν διδαγμάτων χειμάρρους τῶν μελιρρύτων, λύρα θεόφθογγος ᾀσμάτων θεογράφων, ἡ καθηδύνουσα πιστῶν τάς διανοίας, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Πάνσοφε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Ὅσιε Πάτερ, πανσεβάσμιε Γρηγόριε, ὁ πέλεκυς ὁ κόπτων αἱρετικῶν τάς ὁρμάς, ἡ δίστομος ῥομφαία τοῦ Παρακλήτου, μάχαιρα τέμνουσα τάς νόθους σποράς, πῦρ τάς φρυγανώδεις αἱρέσεις καταφλέγον, καὶ πτύον ὄντως γεωργικόν, ᾧ τὸ βαρύ τε καὶ κοῦφον τῶν δογμάτων, εὖ διακρίνεται· καὶ στάθμη ἀκριβείας, πάντας ἰθύνουσα, πρὸς τρίβους σωτηρίας. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει πάντοτε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὸ γένος ἡμῶν.

 

Ὅσιε Πάτερ, παμμακάριστε Γρηγόριε, τὸ στόμα τὸ πηγάζον τάς μακαρίας φωνάς, ἐκ τῶν ἀδαπανήτων τοῦ σωτηρίου, ἀπαρυόμενον καὶ θείων πηγῶν, λόγους προσευχῆς τε τοῖς πᾶσιν ἑρμηνεῦον, κανὼν ἰθύνων πρὸς ἀρετήν, ὁ θεωρίαις ἐνθέοις λελαμπρυσμένος, αἴγλῃ λαμπόμενος, Τριάδος τῆς ἀκτίστου, ἧς καὶ ὑπέρμαχος, ἀήττητος ἐγένου, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει, Ὅσιε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὸ γένος ἡμῶν.

Στιχηρὰ Προσόμοια

τοῦ Δομετιανοῦ

Ἦχος α’

Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ

Ὁ γῆν καταλήψεσθαι τὸ πρίν, ἀπειλήσας ἅπασαν, καὶ ἐξαλείφειν τὴν θάλασσαν, κατακαυχώμενος, τοῖς πιστοῖς ἐδείχθη, ὡς στρουθίον σήμερον, καὶ καταγελαστότερος κώνωπος, οὗ ὑπεκρίνετο, τὴν ἰδέαν, ὥσπερ φόβητρον, ὑπεισδύνας, τῷ Χριστοῦ θεράποντι.

 

Δομετιανὸς ἡμᾶς πιστοί, συγκαλεῖται σήμερον, πρὸς εὐωχίαν θεάρεστον, τούτῳ συνέλθωμεν, εὐθυμίας γνώμῃ, καὶ πανηγυρίσωμεν, σὺν τούτῳ τὰ αὐτοῦ κατορθώματα, καθικετεύοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην, τῷ κόσμῳ δωρήσασθαι.

 

Ηὔξησας τὸ τάλαντον Χριστοῦ, τὸ δοθὲν σοι Παντιμε, τῇ διπλασίονι χάριτι, ὡς δοῦλος γνήσιος· ὅθεν ἐπακούεις. Εὖ σοι δοῦλε γένοιτο, ὡς ὄντι ἀγαθῷ σοι θεράποντι· καὶ ἤδη εἴσελθε, εἰς χαρὰν τὴν τοῦ Κυρίου σου, τῶν καμάτων, τὰ γέρα ληψόμενος.

Δόξα… Τοῦ Ἁγίου Γρηγορίου

Ἦχος δ’

Τὸν τῆς σοφίας λόγον σου, καταγλαΐσας ἐν ἀρετῇ ἀπροσίτῳ, περικαλὴς ἀμφοτέρωθεν γέγονας, Νυσσαέων Γρηγόριε, ἐν τῇ θεοφθόγγῳ σου φωνῇ, ὡραΐζων καὶ τέρπων τὸν λαὸν γνωστικῶς, Τριάδος τὸ ὁμόθεον πανσόφως ἐκτιθέμενος· ὅθεν καὶ ἐν ὀρθοδόξοις δόγμασι, τάς ἀλλοφύλους αἱρέσεις ἐκπολεμήσας, τὸ κράτος τὸ τῆς Πίστεως, ἐν τοῖς πέρασιν ἤγειρας. Χριστῷ παριστάμενος σὺν τοῖς ἀΰλοις Λειτουργοῖς, ταῖς ψυχαῖς ἡμῶν αἴτησαι, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν… Τῆς Ἑορτῆς, ὁ αὐτὸς

 Ἔτρεμεν ἡ χεὶρ τοῦ βαπτιστοῦ, ὅτε τῆς ἀχράντου σου κορυφῆς ἥψατο· ἐστράφη Ἰορδάνης ποταμὸς εἰς τὰ ὀπίσω, μὴ τολμῶν λειτουργῆσαί σοι· ὁ γὰρ αἰδεσθεὶς Ἰησοῦν τὸν τοῦ Ναυῆ, πῶς τὸν Ποιητὴν αὐτοῦ, δειλιᾶσαι οὐκ εἶχεν; Ἀλλὰ πᾶσαν ἐπλήρωσας οἰκονομίαν Σωτὴρ ἡμῶν, ἵνα σώσῃς τὸν κόσμον, τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.

 

Ἀποστιχα Στιχηρὰ Προσόμοια

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Ἆσμα καινοπρεπές, ᾀδέτω πᾶσα κτίσις, τῷ ἐκ Παρθένου φύντι, Χριστῷ καὶ βαπτισθέντι, ἐν Ἰορδάνῃ σήμερον.

 

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

 

Σάλπιγξ προφητική, ὁ Πρόδρομος βοάτω. Ποιήσατε Κυρίῳ, τῷ βαπτισθέντι ῥείθροις, καρποὺς ἀρίστων πράξεων.

 

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

 

Λάμψαν τὸ συγγενές, ἐξ ὕψους θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει, ὁρώμενον ἀφράστως, νῦν τῷ Χριστῷ προσέδραμε.

Δόξα… Τοῦ Ἁγίου Γρηγορίου

Ἦχος δ’

Βίον ἔνθεον κατορθώσας, θεωρίᾳ τὴν πρᾶξιν κατελάμπρυνας, θεοφάντορ Γρηγόριε· τὴν γὰρ σοφίαν φιλήσας ἔρωτι θείῳ, ἐκ στόματος τοῦ Πνεύματος, τὴν χάριν κατεπλούτησας· καὶ ὡς κηρίον μέλιτος, τὸν γλυκασμόν σου τῶν λόγων ἀποστάξας, ἀεὶ εὐφραίνεις νοήμασι θείοις, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Διὸ ἐν Οὐρανοῖς, ἱεραρχικῶς αὐλιζόμενος, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Καὶ νῦν… Τῆς Ἑορτῆς, ὁ αὐτὸς

Σὲ τὸν ἐν πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καθορῶν ὁ Βαπτιστὴς ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων, ἐβόα λέγων· Οὐ τολμῶ κρατῆσαι τὴν κορυφήν σου τὴν ἄχραντον, σὺ με ἁγίασον Δεσπότα τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.

 

Ἀπολυτίκιον Ἦχος δ’

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Καὶ τῆς Ἑορτῆς Ἦχος α’

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

http://analogion.gr/glt/texts/Jan/10.uni.htm

09/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , , | Σχολιάστε

Προσευχή επί τη μνήμη τού Οσίου Πατρός ημών Γεωργίου τού Χοζεβίτου, καί τής Οσίας Μητρός ημών Δομνίκης.

Ήχος δ’

Ως γενναίον εν Μάρτυσιν

Τής ψυχής τήν ακρόπολιν, λογισμών ού κατέσεισαν, προσβολαί Μακάριε, σύ γάρ έπαλξιν, ώσπερ τήν σήν προβαλλόμενος, στερέμνιον άσκησιν, διετήρησας σαυτόν, τού δεινού πολεμήτορος, απαράτρωτον, απήμαντον όλως, καί παρέστης, τώ Δεσπότη τών απάντων, νικητικώς στεφανούμενος.

Ουχ oδού μήκος ίσχυσεν, ουδέ τόπων δυσχέρεια, παραλύσαι Όσιε τό διάπυρον, τής πρός Θεόν εκδημίας σου, κακεί γάρ γενόμενος, καί τοίς τόποις ευφρανθείς, ού οι πόδες επάτησαν, τού Θεού ημών, ουκ ημέλησας όλως, ειμή φθάσης, δι’ ασκήσεως καί πονων, καί πρός Σιών τήν ουράνιον.

Τόν εγκάρδιον έρωτα, υποφαίνων τοίς δάκρυσι, κατανύξει Ένδοξε, γήν κατέβρεχες, καί ταίς θριξίν εναπέματτες, Χριστού υποπόδιον, εννοών τε καί αυτόν, ως παρόντα καί βλέποντα, όν επόθησας, καί ιχνών επελάβου διανοίας, θεωρίαις θειοτάταις, τήν σήν ψυχήν αυγαζόμενος.

Ετερα τής Αγίας

Έδωκας Σημείωσιν

Εκ Δυσμών ανέτειλας, πρός τήν Εώαν πανόλβιε, ως αστήρ φαεινότατος, ακτίσιν αστράπτουσα, τών σών εναρέτων, πράξεων Οσία, καί κατεφώτισας πιστών, τάς διανοίας φέγγει θαυμάτων σου, διό σε μακαρίζομεν, καί τήν σήν μνήμην γεραίρομεν, τόν Χριστόν μεγαλύνοντες, τόν σεπτώς σε δοξάσαντα.

Τρωθείσα τώ έρωτι, τής τού Χριστού αγαπήσεως, ώ Δομνίκα πανεύφημε, αυτώ ηκολούθησας απαρνησαμένη, επίκηρον δόξαν, καί τής σαρκός τάς ηδονάς, καί πάσαν βίου άλλην απόλαυσιν, διό σε εισωκίσατο, εις φωτεινότατον θάλαμον, Ιησούς ο φιλάνθρωπος, καί Σωτήρ τών ψυχών ημών.

Πάθη τού Κυρίου σου, καί Ποιητού αναπλάττουσα, εν αυτή αναδέδειξαι, τού Λόγου ως ποίημα, λογικόν Παρθένε, καί διά τού Λόγου, επαιδαγώγησας παθών, τής αλογίας τά παρεκκλίματα, διό καί καθ’ ομοίωσιν, ευθυπορούσα αοίδιμε, αληθές καί ακίβδηλον, τού Θεού ώφθης άγαλμα.

Δόξα… Καί νύν… Ήχος α’

Ο περιβάλλων τόν ουρανόν εν νεφέλαις, ρείθρα περιβάλλεται σήμερον τά Ιορδάνια, καί τήν εμήν καθαίρεται κάθαρσιν, ο τού κόσμου αίρων τήν αμαρτίαν, καί υπό τού συγγενούς άνωθεν μαρτυρείται Πνεύματος, Υιός μονογενής υπάρχων τού υψίστου Πατρός. Πρός όν βοήσωμεν, ο επιφανείς καί σώσας ημάς, Χριστέ ο Θεός ημών δόξα σοι.

Απόστιχα Στιχηρά Προσόμοια

Ήχος πλ. β’  Αι Αγγελικαί

Τό φωτιστικόν, καί φωτίζον τούς ανθρώπους, φώς αυτολαμπές, σύ υπάρχων Ιησού μου, εν ρείθροις, Ιορδάνου, βαπτισθείς όλως έλαμψας, φώς τό ομοούσιον Πατρί σου, έν ώ πάσα η κτίσις φωτισθείσα, Χριστέ κράζει σοι, Ευλογημένος ο φανείς, Θεός ημών δόξα σοι.

Στίχ. Η θάλασσα είδε καί έφυγεν, ο Ιορδάνης εστάφη εις οπίσω.

Ως διά σαρκός, κορεσθήναι θείας δόξης, δεύτε νοητώς, καθαρθώμεν τάς αισθήσεις, καί τόν Χριστόν ιδόντες, εν σαρκί βαπτιζόμενον, τήν τε τού δολίου διαθλώντα, κάραν ευφυώς υμνολογούντες, αυτώ κράξωμεν. Ευλογημένος ο φανείς, Θεός ημών δόξα σοι.

Στίχ. Τί σοί εστι θάλασσα, ότι έφυγες; καί σοί Ιοράνη ότι ανεχώρησας εις τά οπίσω;

Νάμα ζωτικόν, σύ ποτίζεις Ιησού μου, εν τώ ποταμώ, Ιορδάνη ευσπλαγχνία, ημάς τούς εκκαέντας, σού τή δίψει φιλάνθρωπε, όθεν ποτισθέντες εκ πηγής σου, τής αθανάτου καί φωσφόρου, Χριστέ ψάλλομεν. Ευλογημένος ο φανείς, Θεός ημών δόξα σοι.

Δόξα… Καί νύν… Ήχος β’

Εν Ιορδάνη ποταμώ ιδών σε ο Ιωάννης πρός αυτόν ερχόμενον, έλεγε Χριστέ ο Θεός. Τί πρός τόν δούλον παραγέγονας, ρύπον μή έχων Κύριε; εις όνομα δέ τίνος σε βαπτίσω; Πατρός; αλλά τούτον φέρεις εν σεαυτώ. Υιού; αλλ’ αυτός υπάρχεις ο σαρκωθείς. Πνεύματος Αγίου; καί τούτο οίδας διδόναι τοίς πιστοίς διά στόματος. Ο επιφανείς Θεός, ελέησον ημάς.

Απολυτίκιον τής εορτής  Ήχος α’

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε, η τής Τριάδος εφανερώθη προσκύνησις, τού γάρ Γεννήτορος η φωνή προσεμαρτύρει σοι, αγαπητόν σε Υιόν ονομάζουσα, καί τό Πνεύμα εν είδει περιστεράς, εβεβαίου τού λόγου τό ασφαλές. Ο επιφανείς Χριστέ ο Θεός, καί τόν κόσμον φωτίσας δόξα σοι.

http://graeca.canto.ru/glt/texts/Jan/08.htm

07/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , , | Σχολιάστε

Προεόρτια τῶν Φώτων, καὶ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου, Πάπα Ῥώμης.

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Προεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος.

 

Ὁ Χριστὸς ἀναδείκνυται, ὁ Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι.

 

Ποταμὸν τῆς εἰρήνης σε, καὶ χειμάρρουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα;

Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

Πάτερ Ἱεράρχα Σίλβεστρε, Ἱερωσύνης φωτί, Ἱερῶς φωτιζόμενος, τοὺς πιστοὺς ἐφώτισας, φωτοβόλοις διδάγμασι, Μονάδα φύσει τὴν τρισυπόστατον, οὐσίαν σέβειν, καὶ ἀπεδίωξας, σκότος αἱρέσεων, τὴν φωσφόρον σήμερον· ὅθεν φαιδρῶς, μνήμην σου γηθόμενοι, πανηγυρίζομεν.

 

Πάτερ θεοφόρε Σίλβεστρε, στῦλος ὡράθης πυρός, ἱερῶς προηγούμενος, Ἱεροῦ συστήματος, καὶ νεφέλη σκιάζουσα, Αἰγύπτου πλάνης πιστοὺς ἐξαίρουσα, καὶ πρὸς τὴν θείαν γῆν μεταφέρουσα, ταῖς ἀπλανέσι σου, διδαχαῖς ἑκάστοτε, τὴν εὐκλεῆ· ὅθεν καὶ πανίερον, μνήμην σου σέβομεν.

 

Πάτερ θεηγόρε Σίλβεστρε, ῥείθροις τῶν σῶν προσευχῶν, τὸν πολύμορφον δράκοντα, ἀσφαλῶς ἀπέπνιξας, ἱερῶς θαυμαζόμενος. Ἑλλήνων πλήθη, Θεῷ προσήγαγες, Ἑβραίων θράσος δὲ ἐταπείνωσας, θαύματα μέγιστα, ἐκτελῶν ἐνώπιον, τούτων σαφῶς· ὅθεν σὲ γεραίρομεν, καὶ μακαρίζομεν.

Δόξα… Καὶ νῦν… Ἦχος πλ. β’

Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ

[ …]

Ἀπολυτίκιον Ἦχος δ’

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

http://analogion.gr/glt/texts/Jan/02.uni.htm

01/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!), Περί προσευχής, ΨΥΧΩΦΕΛΙΜΑ | , , , , , , , , , | Σχολιάστε

Τί χρειάζεται από εμάς ο Γέροντας Εφραίμ;

«Μην ξεχνάτε στις προσευχές σας τα δεσμά μου» (Κολ. 4, 18).
Είναι γνωστό ότι ο Γέροντας Εφραίμ ανήκει σε μια σειρά Γερόντων που κοινό χαρακτηριστικό τους είναι η άρση του σταυρού με διάφορες θλίψεις, περιφρονήσεις και ονειδισμούς. Ο πρώτος των Γερόντων, ο Όσιος Ιωσήφ ο Ησυχαστής ενώ ακόμη ζούσε χαρακτηριζόταν «πλανεμένος» από διάφορους μοναχούς, που δεν μπορούσαν να καταλάβουν την ησυχαστική του ζωή. Σήμερα ξέρουμε και βλέπουμε τους καρπούς του. Η αναγέννηση του μοναχισμού στο Άγιον Όρος και στο εξωτερικό συνδέεται με το πρόσωπό του, όπως ομολογούν οι διάφοροι μελετητές του έργου του.
Ο διάδοχός του, που η χάρη του Θεού μας αξίωσε να γνωρίσουμε όταν βρισκόταν στη Μονή του Σταυρού της Μίνθης (Κύπρος), πέρασε τη ζωή του συκοφαντούμενος και διωκόμενος. Η Παναγία όμως τον προόρισε να κατοικήσει στο Μοναστήρι της. Όσοι έζησαν από κοντά την αρχή της μετάβασής του, ξέρουν ότι τα γεροντάκια που βρίσκονταν εκεί, και τα οποία μετά γηροκόμησε η σημερινή συνοδεία του Γέροντα Εφραίμ, δεν τον έγραφαν στο μοναχολόγιο της Μονής, ούτε φαγητό του έδιναν. Το θέλημα όμως της Παναγίας έγινε.
Σήμερα ήλθε η σειρά του Γέροντα Εφραίμ να περπατήσει στα ίχνη του Γέροντά του και του «παππού» Οσίου Ιωσήφ του Ησυχαστή. Ο Γέροντας εκπληρώνει πρακτικά αυτό που υποσχέθηκε στη μοναχική κουρά του. Τότε υποσχέθηκε ότι πρέπει να είναι έτοιμος « να υβρισθεί και να ατιμασθεί και να υποφέρει πολλά βάσανα», και όχι μόνο, αλλά έδωσε υπόσχεση «σταυρού και θανάτου». Συνήθως όταν ο μοναχός αρχίζει να δοξάζεται, τότε ακολουθούν μεγάλοι, σκληροί και βαρείς πειρασμοί, που συνοδεύονται όμως από ουράνιες παρακλήσεις και παρηγοριές της Χάριτος, που βιώνει ο ίδιος και που εμείς που δεν έχουμε εμπειρίες και αγνοούμε, δεν μπορούμε να τις καταλάβουμε. Γι’ αυτό και μέσα στους πειρασμούς είναι ειρηνικός και πράος και εσωτερικά νιώθει τη χαρά του Χριστού. Τί να σήμαιναν άραγε τα λόγια του Γέροντα: « Εγώ είμαι αφιερωμένος στην Παναγία και το θέλημά της;».
Τώρα όμως που βρίσκεται στο κελλί της φυλακής, μου θύμισε τους φυλακισμένους Αποστόλους του Χριστού. Χρειάζεται τη δική μας συμπαράσταση. Πολλοί από μας βρισκόμαστε πολύ μακρυά και είναι αδύνατο να τον επισκεφθούμε. Πρέπει όμως να τηρήσουμε την εντολή του Απ. Παύλου. «Να θυμάστε τους φυλακισμένους σαν να είστε κι εσείς φυλακισμένοι μαζί τους, και όσους υποφέρουν, γιατί κι εσείς μπορείτε να βρεθείτε στη θέση τους» (Εβρ. 13, 30). «Άλλους από σας τους διαπόμπευαν με βρισιές και διωγμούς κι άλλοι από σας συμπαραστεκόσασταν σ’ εκείνους που περνούσαν τέτοιες στιγμές» ( Εβρ. 10, 33). Δεν πρέπει να ντρεπόμαστε που ο Γέροντας βρίσκεται στη φυλακή. «Να μην ντρέπεσαι για μένα, που είμαι φυλακισμένος για χάρη του Χριστού» (Β΄ Τιμ. 1, 8) έγραφε στον Απ. Τιμόθεο ο Απ. Παύλος. …

Διαβάστε περισσότερα μέσω http://vatopaidi.wordpress.com

31/12/2011 Posted by | Εκκλησιαστική-Επικαιρότητα | , , , , , , , , , | Σχολιάστε