ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Προσευχή ἐπί τῇ μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Κρήτῃ (23/12).

 Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ

Τοῦ Ἡσαΐου φωνὴ ἀποπληροῦται· ἰδοὺ ἡ Παρθένος γάρ, τὸν ἀπερίληπτον, περιγραφόμενον σώματι, ἐν μήτρᾳ φέρει, καὶ παραδόξως τεκεῖν ἐπείγεται, θεόδεκτον Σπήλαιον προευτρεπίσθητι, ἡ Βηθλεὲμ ἑτοιμάσθητι· ὁ Βασιλεὺς γάρ, σὲ ᾑρετίσατο εἰς κατοίκησιν. Δέχου ἡ φάτνη σπαργανούμενον, βρέφος Χριστὸν λύειν μέλλοντα, τὰς σειράς τῶν πταισμάτων, τῶν ἀνθρώπων ἀγαθότητι. […]

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Ἡ δεκὰς ἡ θεόλεκτος, καὶ λαμπὰς ἡ δεκάπυρσος, ἡ ταῖς θείαις λάμψεσι καταυγάζουσα, τῆς Ἐκκλησίας τὸ πλήρωμα, οἱ στῦλοι οἱ ἄσειστοι, οἱ ἀστέρες οἱ φαιδροί, οἱ τὴν γῆν οὐρανώσαντες, ταῖς λαμπρότησι, τῶν μεγίστων ἀγώνων ἐγκωμίοις, ἱεροῖς μεγαλοφώνως, ἀνευφημείσθωσαν σήμερον. […]

 Ἀπολυτίκιον, Προεόρτιον

Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα· Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Τῶν Ἁγίων Ἦχος γ’

Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

Τὴν πολυθαύμαστον Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν ἄνθη τὰ τίμια, τοὺς μαργαρίτας τοῦ Χριστοῦ, Μαρτύρων τοὺς ἀκρέμονας. Δέκα γὰρ ὑπάρχοντες, ἀριθμῷ οἱ μακάριοι, δύναμιν μυρίοπλον τῶν δαιμόνων κατῄσχυναν· διὸ καὶ τοὺς στεφάνους ἐδέξαντο, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.

http://analogion.gr/glt/texts/Dec/23.uni.htm

22/12/2011 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , | Δεν επιτρέπεται σχολιασμός στο Προσευχή ἐπί τῇ μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Κρήτῃ (23/12).