ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Προσευχή ἐπί τῇ μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς.

Ἦχος β’

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ

 Ὕμνον, νῦν μεθέορτον πιστοί, ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ· ἤδη γὰρ ἐφέστηκε, πρὸς Ἰορδάνην σαρκί, ὁ Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχων, φύσει τῆς Θεότητος, τῷ Ἰωάννῃ βοῶν· Δεῦρο, Βαπτιστὰ βάπτισόν με· θέλω γὰρ ἐκπλῦναι τοῦ ῥύπου, φύσιν τῶν ἀνθρώπων ὡς φιλάνθρωπος.

 

Τρόμῳ, λειτουργοῦσί σοι Χριστέ, πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, ὡς Βασιλεῖ καὶ Θεῷ· ὅλως ἀτενίσαι σοι, τὰ Χερουβὶμ οὐ τολμᾷ· κορυφῆς δὲ τῆς θείας σου, κελεύεις μοι ψαῦσαι, χόρτῳ ὄντι Δέσποτα, ὁ Ἰωάννης φησί· φόβῳ δὲ συνέχομαι ὅλος, μὴ με πῦρ τὸ ἄστεκτον φλέξῃ, τῆς φρικτῆς σου Κύριε Θεότητος.

 

Ἦλθον, ἐκ Παρθένου σαρκωθείς, ῥείθροις τὸν Ἀδὰμ ἀναπλάσαι τοῦ Ἰορδάνου φησίν, αὖθις πρὸς τὸν Πρόδρομον, ὁ Λυτρωτὴς καὶ Θεός· ὡς Χριστῷ οὖν μοι πρόσελθε, καὶ γὰρ Ἰωάννῃ, τοῦτο φύσει πέφυκα, καὶ βάπτισόν με σαρκί· ὅπως τῶν δρακόντων συντρίψω, κάρας τῶν ἐκεῖ, ὁ τοῦ κόσμου, πᾶσαν ἁμαρτίαν αἴρων Κύριος.

Στιχηρὰ τῆς Ἁγίας, ὅμοια

Ὅτε, τῷ τοῦ Πνεύματος φωτί, καταλαμπομένη πλουσίως, πλοῦτον ἐμίσησας, μόνον ἀγαπήσασα τὸν ἐπουράνιον, τὴν Μαρτύρων στερρότητα, σαφῶς ἐνεδύσω, καὶ πρὸς ὑπερβάλλοντας, πόνους ἐχώρησας· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.

 

Ὅτε, τὸ δυσῶδες τῆς σαρκός, καὶ τῆς ἁμαρτίας τὴν φλόγα, Ἁγνὴ κατέσβεσας, δρόσῳ θείου Πνεύματος, τοῦ συνεργοῦντός σοι, τότε θῆρας ἐφίμωσας, σταδίου ἐν μέσῳ, σῶμα παραδοῦσα σου, πρὸς αἰκισμοὺς ἀνδρικῶς· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.

 

Ξίφος, οὐδὲ πῦρ οὐκ αἰκισμοί, θλίψεις οὐ λιμὸς οὐ παντοίας, εἶδος κολάσεως, σοῦ τὸν πρὸς τὸν Κύριον, ἤμβλυνεν ἔρωτα· διαπύρῳ καρδίᾳ γάρ, αὐτὸν ἐκζητοῦσα, πάντα τὰ ὁρώμενα, ὑφ᾿ ἓν διέπτυσας, Μάρτυς, καὶ παστάδος τῆς θείας, ἔνδον κατεσκήνωσας νύμφη, τοῦ Παμβασιλέως χρηματίσασα.

Δόξα… Καὶ νῦν… Ἦχος πλ. β’

Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.

[ …]

 

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

http://analogion.gr/glt/texts/Jan/12.uni.htm

11/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , | Σχολιάστε

Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ (06/01).

Ἦχος β’

Ἰωάννου Μοναχοῦ

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)

 

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)

 

Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

 

Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρωπον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσασθαι· ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ, καὶ Θεῷ, ἀναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν· σὺ γὰρ βαπτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίωσας ἡμᾶς, διὸ βοῶμέν σοι· Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δόξα… Καὶ νῦν…

Βύζαντος

Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

……… http://analogion.gr/glt/texts/Jan/06.uni.htm

05/01/2012 Posted by | Λειτουργικά | , , , , , , , , , | Σχολιάστε

Προσευχή ἐπί τῇ μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας.

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, ἡ Χριστοῦ ἀνάδειξις πεφανέρωται, τῶν Προφητῶν τὰ κηρύγματα, τὸ πέρας ἐδέξαντο· ὃν γὰρ ἔφησαν σαρκί, τοῖς βροτοῖς ἐμφανίζεσθαι, ἀποτίκτεται, ἐν ἁγίῳ Σπηλαίῳ, καὶ ἐν φάτνῃ, ἀνακλίνεται ὡς βρέφος, καὶ σπαργανοῦται ὡς νήπιον. […]

Ἦχος β’

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ

Ὅτε, προμηθείᾳ θεϊκῇ, προγινωσκομένη προῆλθες, ἔξω τῆς πόλεως, κόσμου τὴν τερπνότητα, σαφῶς κατέλιπες, καὶ ψαλμῶν ἐπακούσασα τερπνῆς μελῳδίας, θείας ἐπιγνώσεως, φωτὶ κατηύγασαι· φόβον ἐν γαστρὶ δὲ λαβοῦσα, θεῖον καὶ σωτήριον Πνεῦμα, τοῖς συνοδοιπόροις σου ἀπέτεκες. […]

Δόξα… Καὶ νῦν … Ἦχος πλ. β’

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς· Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

 Ἀπολυτίκιον Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

 http://analogion.gr/glt/texts/Dec/24.uni.htm

23/12/2011 Posted by | Λειτουργικά | , , , , , , , | Δεν επιτρέπεται σχολιασμός στο Προσευχή ἐπί τῇ μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας.