ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Τυπικό Ιερών Ακολουθιών Μηνός Μαρτίου (2012)

ΜΗΝ ΜΑΡΤΙΟΣ

 

ἔχων ἡμέρας τριάκοντα μίαν

῾Η ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

 

1. Πέμπτη. Εὐδοκίας ὁσιομάρτυρος (†160-170), Μαρκέλ­λου καὶ ᾿Αντωνίνης μαρτύρων.

Τῇ Πέμπτῃ πρωί. Τὸ μεσονυκτικόν, ὁ ὄρθρος τῆς ἡμέρας, αἱ ὧραι καὶ ὁ ἑσπερινὸς τῆς ἑπομένης (2 Μαρτίου) ἄνευ προη­για­σμένης.

Τῇ Πέμπτῃ ἑσπέρας. Τὸ μέγα ἀπόδειπνον μετὰ τοῦ δ΄ τμή­μα­τος τοῦ μεγάλου κανόνος· Εὐαγγέλιον τῆς Πέμπτης τῶν παν­νυχίδων «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν»(Μτθ. ζ΄ 7-11)· εἰς τὴν συγχώρησιν «Σφαγήν σου τὴν ἄδικον».

Για εμφάνιση σε πλήρη οθόνη, κάντε κλικ εδώ +

View this document on Scribd

Αν δεν έχετε λογαριασμό στο Scribd και θέλετε να το κατεβάσετε κάντε κλικ εδώ: +

Πηγή:symbole.gr

03/03/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!), Τυπικό | , , , , , , , | Σχολιάστε

῾Η λιτανεία τῶν ἱερῶν εἰκόνων κατὰ τὴν τάξιν τῶν Πατριαρχείων ᾿Αλεξανδρείας καὶ ᾿Ιεροσολύμων.

Ευχόμαστε η Κυριακή της Ορθοδοξίας

να εορτασθεί παντού κατά αυτό το τυπικό

(με τα αναθέματα).

michaelileonv

Σχηματίζεται ἱερὰ πομπὴ ὡς ἑξῆς· προπορεύον­ται οἱ κρα­τοῦντες κηρολαμπάδας, εἶτα οἱ φέροντες τὰ λάβαρα, τοὺς φα­­νούς, τὰ ἑξα­πτέρυγα· ἀκολουθοῦν οἱ χοροὶ τῶν ψαλτῶν· εἶτα οἱ ἱερεῖς καὶ οἱ φερόντες τὰς ἱ. εἰκόνας χρι­στιανοί, καὶ τέλος διάκονοι μετὰ θυμι­α­τηρίων θυμιῶντες τὸν εἰς χεῖρας τοῦ ἀρχιερέως εὑρι­σκόμενον τίμιον Σταυρόν (ἢ τὴν μικρὰν φορητὴν εἰκόνα τοῦ Χριστοῦ).  Κατὰ τὴν ἔναρξιν τῆς λιτανείας ἵστανται πάντες εἰς τὸν σολέα.

Για εμφάνιση σε πλήρη οθόνη, κάντε κλικ εδώ +

View this document on Scribd

Αν δεν έχετε λογαριασμό στο Scribd και θέλετε να το κατεβάσετε κάντε κλικ εδώ: +

02/03/2012 Posted by | ΑΙΡΕΣΕΙΣ - ΠΑΘΗ - ΔΙΑΣΤΡΟΦΕΣ, ΓΕΝΙΚΑ, Λειτουργικά, Περί υπακοής, Περί αγάπης, Περί ομολογίας | , , , , , , , , , | Σχολιάστε

Προσευχή επί τη μνήμη τού Οσίου καί Θεοφόρου Πατρός ημών Αντωνίου τού Μεγάλου.

Ήχος β’

Ότε, εκ τού ξύλου σε νεκρόν

Ότε, εν τώ μνήματι σαυτόν, χαίρων περιέκλεισας Πάτερ, υπέρ αγάπης Χριστού, φέρων σταθερώτατα, τάς τών δαιμόνων ποινάς, προσευχή δέ καί χάριτι, απέδειξας τούτων, πάχνης αδρανέστερα, τά βουλευτήρια, τότε επεκρότησαν τάξεις, τών Αγγέλων κράζουσαι. Δόξα, τώ ενδυναμούντί σε Αντώνιε. (Δίς)

 

Άλλος, ανεδείχθης Ηλιού, έχων τούς κλεινούς φοιτητάς σου, ως Ελισαίον σοφέ, οίς περ καί τήν χάριν σου, διπλήν κατέλιπες, αρπαγείς ως εν άρματι, αιθέριος Πάτερ, όθεν ζών τώ πνεύματι, νύν συναγάλλη αυτοίς, πάντων μνημονεύων παμμάκαρ, τών επιτελουντων σου πόθω, τήν σεπτήν πανήγυριν Αντώνιε.

 

Ώσπερ, ο θεόπτης Μωϋσής, γνόφω νοητώ υπεισήλθες, θεωριών αληθώς, αύθις δέ κατώπτευσας, όν περ επόθεις τρανώς, δοξασθείς δέ τό πρόσωπον, τή αίγλη εκείνου, Πάτερ καθωδήγησαι, εις σωτηρίου μονάς, όθεν συνελθόντες θεόφρον, χαίροντες κραυγάζομεν. Δόξα, τώ σέ ενισχύσαντι Θεώ ημών.

Δόξα… Ήχος β’

Τόν επί γής Άγγελον, καί εν ουρανοίς άνθρωπον Θεού, τού κόσμου τήν ευκοσμίαν, τήν τρυφήν τών αγαθών καί τών αρετών, τών Ασκητών τό καύχημα, Αντώνιον τιμήσωμεν, πεφυτευμένος γάρ εν τώ οίκω τού Θεού, εξήνθησε δικαίως, καί ωσεί κέδρος εν ερήμω, επλήθυνε τά ποίμνια Χριστού, τών λογικών προβάτων, εν οσιότητι καί δικαιοσύνη.

Καί νύν… Θεοτοκίον

Αδιόδευτε πύλη, μυστικώς εσφραγισμένη, ευλογημένη Θεοτόκε, δέξαι τάς δεήσεις ημών, καί προσάγαγε τώ σώ Υιώ καί Θεώ, ίνα σώση διά σού τάς ψυχάς ημών.

 

[…]

Απολυτίκιον  Ήχος δ’

Τόν ζηλωτήν Hλίαν τοίς τρόποις μιμούμενος, τώ Βαπτιστή ευθείαις ταίς τρίβοις επόμενος, Πάτερ Αντώνιε, τής ερήμου γέγονας οικιστής, καί τήν οικουμένην εστήριξας ευχαίς σου, διό πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

 

http://graeca.canto.ru/glt/texts/Jan/17.htm

16/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , | Σχολιάστε

Η προσκύνησις τής τιμίας Αλύσεως τού Αγίου καί Πανευφήμου Αποστόλου Πέτρου.

Ήχος δ’

Ως γενναίον εν Μάρτυσιν

Τήν απάτην εδέσμευσας, εν Κυρίω δεσμούμενος, καί ειρκτή Απόστολε συγκλειόμενος, διό σε πόθω γεραίρομεν, καί πίστει τήν Άλυσιν, ασπαζόμεθα τήν σήν, εξ αυτής δ’ αρυόμενοι, ρώσιν σώματος, καί ψυχής σωτηρίαν κατά χρέος, ευφημούμέν σε θεόπτα, τών Ασωμάτων εφάμιλλε.

[…]

Δόξα… Ήχος πλ. β’  Βύζαντος

Σήμερον ημίν η κρηπίς τής Εκκλησίας, Πέτρος, η πέτρα τής πίστεως, προτίθεται τήν τιμίαν αυτού Άλυσιν, εις ψυχικήν ευεξίαν. Δεύτε πάντες ταύτην προσπτυσσόμενοι, εν ευφήμοις ωδαίς, αυτόν καταστέψωμεν. Χαίροις ο θερμός τής πίστεως πρόμαχος, ο θερμή τή διανοία τόν Χριστόν ομολογήσας, Υιόν Θεού εν παρρησία πολλή. Χαίροις τής οικουμένης τό αγαλλίαμα, καί τής ουρανών Βασιλείας κλειδούχε. Χάριν πορίζου τοίς πόθω σε τιμώσι, καί τήν σήν σεβάσμιον Άλυσιν, προσπτυσσομένοις εκ πόθου, ως παριστάμενος τώ θρόνω τού Παντάνακτος Θεού, πρεσβείαν ποιούμενος, υπέρ ημών τών επταικότων.

Καί νύν… Θεοτοκίον

Θεοτόκε σύ εί η Άμπελος η αληθινή, η βλαστήσασα τόν καρπόν τής ζωής, σέ ικετεύομεν, πρέσβευε Δέσποινα, μετά τού Αποστόλου, καί πάντων τών Αγίων, ελεηθήναι τάς ψυχάς ημών.

[…]

Απολυτίκιον  Ήχος δ’

Τήν Ρώμην μή λιπών, πρός ημάς επεδήμησας, δι’ ών εφόρεσας τιμίων Αλύσεων, τών Αποστόλων Πρωτόθρονε, άς εν πίστει προσκυνούντες δεόμεθα, ταίς πρός Θεόν πρεσβείαις σου, δώρησαι ημίν τό μέγα έλεος.

http://graeca.canto.ru/glt/texts/Jan/16.htm

15/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | Σχολιάστε

Απόδοσις – Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἰωάννου Μοναχοῦ ΤΟ ΑΚΟΥΤΕ

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ὧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)

Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὢ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρωπον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσασθαι· ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ, καὶ Θεῷ, ἀναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν· σὺ γὰρ βαπτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίωσας ἡμᾶς, διὸ βοῶμέν σοι· Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

[…]

Δόξα… Καὶ νῦν…

Ἦχος πλ. δ΄

Θεοφάνους

Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν. Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.

Ἀπολυτίκιον Ἦχος α΄

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

http://analogion.gr/glt/texts/Jan/14.uni.htm

13/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , , | Σχολιάστε

Προσευχή ἐπί τῇ μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς.

Ἦχος β’

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ

 Ὕμνον, νῦν μεθέορτον πιστοί, ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ· ἤδη γὰρ ἐφέστηκε, πρὸς Ἰορδάνην σαρκί, ὁ Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχων, φύσει τῆς Θεότητος, τῷ Ἰωάννῃ βοῶν· Δεῦρο, Βαπτιστὰ βάπτισόν με· θέλω γὰρ ἐκπλῦναι τοῦ ῥύπου, φύσιν τῶν ἀνθρώπων ὡς φιλάνθρωπος.

 

Τρόμῳ, λειτουργοῦσί σοι Χριστέ, πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, ὡς Βασιλεῖ καὶ Θεῷ· ὅλως ἀτενίσαι σοι, τὰ Χερουβὶμ οὐ τολμᾷ· κορυφῆς δὲ τῆς θείας σου, κελεύεις μοι ψαῦσαι, χόρτῳ ὄντι Δέσποτα, ὁ Ἰωάννης φησί· φόβῳ δὲ συνέχομαι ὅλος, μὴ με πῦρ τὸ ἄστεκτον φλέξῃ, τῆς φρικτῆς σου Κύριε Θεότητος.

 

Ἦλθον, ἐκ Παρθένου σαρκωθείς, ῥείθροις τὸν Ἀδὰμ ἀναπλάσαι τοῦ Ἰορδάνου φησίν, αὖθις πρὸς τὸν Πρόδρομον, ὁ Λυτρωτὴς καὶ Θεός· ὡς Χριστῷ οὖν μοι πρόσελθε, καὶ γὰρ Ἰωάννῃ, τοῦτο φύσει πέφυκα, καὶ βάπτισόν με σαρκί· ὅπως τῶν δρακόντων συντρίψω, κάρας τῶν ἐκεῖ, ὁ τοῦ κόσμου, πᾶσαν ἁμαρτίαν αἴρων Κύριος.

Στιχηρὰ τῆς Ἁγίας, ὅμοια

Ὅτε, τῷ τοῦ Πνεύματος φωτί, καταλαμπομένη πλουσίως, πλοῦτον ἐμίσησας, μόνον ἀγαπήσασα τὸν ἐπουράνιον, τὴν Μαρτύρων στερρότητα, σαφῶς ἐνεδύσω, καὶ πρὸς ὑπερβάλλοντας, πόνους ἐχώρησας· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.

 

Ὅτε, τὸ δυσῶδες τῆς σαρκός, καὶ τῆς ἁμαρτίας τὴν φλόγα, Ἁγνὴ κατέσβεσας, δρόσῳ θείου Πνεύματος, τοῦ συνεργοῦντός σοι, τότε θῆρας ἐφίμωσας, σταδίου ἐν μέσῳ, σῶμα παραδοῦσα σου, πρὸς αἰκισμοὺς ἀνδρικῶς· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.

 

Ξίφος, οὐδὲ πῦρ οὐκ αἰκισμοί, θλίψεις οὐ λιμὸς οὐ παντοίας, εἶδος κολάσεως, σοῦ τὸν πρὸς τὸν Κύριον, ἤμβλυνεν ἔρωτα· διαπύρῳ καρδίᾳ γάρ, αὐτὸν ἐκζητοῦσα, πάντα τὰ ὁρώμενα, ὑφ᾿ ἓν διέπτυσας, Μάρτυς, καὶ παστάδος τῆς θείας, ἔνδον κατεσκήνωσας νύμφη, τοῦ Παμβασιλέως χρηματίσασα.

Δόξα… Καὶ νῦν… Ἦχος πλ. β’

Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.

[ …]

 

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

http://analogion.gr/glt/texts/Jan/12.uni.htm

11/01/2012 Posted by | Λειτουργικά, ΠΡΟΣΕΥΧΕΣ (χωρίς μετάφραση!!!) | , , , , , , , , , | Σχολιάστε

Κυριακή 15.01.12 « Ἀκολουθίες Ὀρθοδοξίας

Κυριακή 15.01.12

2012-01-15_kyriakh_ib_loyka

Συνήθης Ἀκολουθία Ὄρθρου, τροπάρια καὶ Ἀναγνώσματα Θ. Λειτουργίας.
Τυπικὸν ἐδῶ. Ἁγιολογικὰ ἐδῶ & ἐδῶ. Εἰκόνες ἐδῶ & ἐδῶ. Κείμενα ἐδῶ κι ἐδῶ.

μέσω Κυριακή 15.01.12 « Ἀκολουθίες Ὀρθοδοξίας.

11/01/2012 Posted by | ΓΕΝΙΚΑ, Λειτουργικά | , , , , , , , , , | Σχολιάστε