ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Προσευχές Αγίου Εφραίμ του Σύρου

Μεγαλύνων μεγαλύνω σε, Κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, καὶ ἔσωσας με ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ νῦν, Δέσποτα, σκεπασάτω με ἡ χείρ σου, καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ ἀθλίου σώματος τούτου, μήποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου χεὶρ συναντήσῃ αὐτῇ, καὶ παρεμποδίσῃ ἐν σκότει διὰ τὰς ἐν ἀγνοίᾳ καὶ γνώσει ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας. Ἵλεώς μοι γενοῦ, Δέσποτα τῶν ἁπάντων, καὶ μὴ ἰδέτω ἡ ψυχή μου τὴν ἐζοφωμένην ὄψιν τῶν πονηρῶν δαιμόνων, ἀλλὰ παραλαβέτωσαν αὐτὴν Ἄγγελοί σου φαιδροὶ καὶ φωτεινοί. Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα. Ἐν τῷ κρίνεσθαί με μὴ καταλάβῃ με ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κατασπᾶσαί με τὸν ἁμαρτωλὸν εἰς βυθὸν ᾅδου, ἀλλὰ παράστηθί μοι καὶ γενοῦ μοι σωτὴρ καὶ ἀντιλήπτωρ. Ἐλέησον, Κύριε, τὴν ῥυπωθεῖσαν τοῖς πάθεσι τοῦ βίου τούτου ψυχήν μου· καὶ εἴ τι ὡς ἄνθρωπος κατὰ τὴν ἀσθένειαν τῆς φύσεως ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἐπλημμέλησα, ὁ ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας, συγχώρησόν μοι, καὶ ἄφες μοι ἵνα ἀναψύξω καὶ εὑρεθῶ ἐνώπιόν σου μὴ ἔχων σπῖλον ἢ ῥυτίδα, ἀλλ’ ἄμωμος καὶ ἀκηλίδωτος προσδεχθείην ἐν χερσί σου, Δέσποτα· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.

Αγίου Εφραίμ του Σύρου

 Κύριε, δὸς ἔλεος τοῖς μισοῦσι καὶ φθονοῦσι καὶ λοιδοροῦσιν, ὁμοίως καὶ τοῖς καταλαλοῦσί μου· καὶ μηδόλως τις ἐξ αὐτῶν δι’ ἐμὲ τὸν ἀκάθαρτον πονηρόν τι πάθοι, μήτε ἐν τῷ νῦν αἰῶνι, μήτε ἐν τῷ μέλλοντι, ἀλλὰ ἁγίασον αὐτοὺς ἐν τῷ ἐλέει σου, καὶ σκέπασον αὐτοὺς ἐν τῇ χρηστότητί σου, Πανάγαθε.

Αγίου Εφραίμ του Σύρου

05/08/2011 Posted by | Προς τον Κύριο του παντώς, Ιησούν Χριστόν. | Σχολιάστε

Ἡ χάρις σου δέδωκέ μοι τὸ λαλεῖν πρὸς σέ…

Ἡ χάρις σου δέδωκέ μοι τὸ λαλεῖν πρὸς σέ, Κύριε, καὶ ὁ πόθος ὃν ἔχω πρὸς τὴν σὴν ἀγαθότητα ἀναγκάζει με δεδιέναι. Ὡς μόνος ἀγαθὸς καὶ πάντων ἡμῶν δημιουργὸς συγχώρησον ἀνομίας καὶ ἁμαρτίας δούλου σου ἁμαρτωλοῦ καὶ ἀγνώμονος. Οἶδα ὅτι ὑπερβάλλω ταῖς ἁμαρτίαις πάντων ἀνθρώπων, Κύριε, ἀλλ’ ἔχω καταφυγὴν τὴν ὑπερβάλλουσαν ἄβυσσον τῶν σῶν οἰκτιρμῶν· πέπεισμαι δὲ ὅτι προσδέχῃ καὶ ἐλεεῖς πάντας τοὺς προσερχομένους τῇ σῇ χρηστότητι· καὶ προγνώστης ὤν, Δέσποτα, καρδίαν τοῦ προσερχομένου προβλέπεις, ἐὰν ἐξεδύσατο τὸν κόσμον παντελῶς. Πρὸ τοῦ φθάσαι αὐτὸν τὴν θύραν, ἀνοίγεις αὐτῷ· πρὸ τοῦ αὐτὸν προσπεσεῖν, χεῖρα ἐπιδίδως· πρὸ τοῦ βρύσαι αὐτὸν δάκρυα, τοὺς οἰκτιρμούς σου ἐπιρρίπτεις, καὶ ὡς ἔμπορον ἐπιδημήσαντα μετὰ πλούτου πολλοῦ, οὕτω προσδέχῃ τὸν προσερχόμενον ἐξ ὅλης ψυχῆς· ποθεῖς γὰρ ἰδεῖν τὴν μετάνοιαν, καὶ ἐπιθυμεῖς ἰδεῖν τὰ δάκρυα, καὶ χαίρεις ἐπὶ τῇ σπουδῇ τῶν δούλων σου τῶν ἀγωνιζομένων εὑρεῖν τὴν καθαρότητα.

 Ἀλλ’ ἐπειδὴ οὐκ ἔστι δυνατὸν πραθῆναι ἰάματα τῆς χάριτός σου, Κύριε, διὰ δὲ τῶν δακρύων παρέχεις αὐτὰ δωρεάν, δώρησαί μοι τῷ ἀναξίῳ δούλῳ σου δάκρυα, ἵνα μετὰ φωτισμοῦ καὶ πόθου καὶ πίστεως ἱκετεύω τὴν ἀνείκαστόν σου ἀγαθότητα, ὅπως ἰαθῶ ἀπὸ τῶν κρυπτῶν μου τραυμάτων. Δεῖξον οὖν εἰς τὰ μέλη μου τὴν πολλήν σου εὐσπλαγχνίαν, εὔσπλαγχνε ἰατρέ, καὶ ἄσπιλα ποίησον τὰ τραύματά μου, καὶ φανήσεται ἡ εὐσπλαγχνία σου εἰς ἐμὲ τὸν ταλαίπωρον. Ἀπάλλαξόν με τῶν πρεπόντων μοι κολαστηρίων. Ἀπάλλαξόν με, Κύριε, ἀπὸ τῆς συνοχῆς τῶν ἀοράτων πολεμίων, καὶ κηρυχθείη ἡ χάρις σου, ὅτι αὕτη με ἐρρύσατο. Κηρυχθείη ἡ χάρις σου, ὡς πάντοτε καὶ ἀλλαχοῦ εἰς ἀναριθμήτους ῥᾳθύμους ὡς ἐμέ. Ἔοικε, Δέσποτα, ὁ ἀσθενὴς ἡμῶν νοῦς τῷ νεοφύτῳ ξύλῳ, χρῄζοντι πάντοτε τὴν πνοὴν τοῦ ὕδατος. Οὕτως ἡ διάνοια ἡ ἡμετέρα ἀσθενὴς οὖσα, δέεται ἀδιαλείπτως ἀπὸ τῆς σῆς χάριτός τε καὶ φωτισμοῦ. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι. Εἰ δὲ ἠθέτησα καὶ ἀθετῶ ὡς χοϊκός, ἀλλ’ ὁ πληρώσας τὰς ὑδρίας ἀπὸ τῆς εὐλογίας σου, πλήρωσόν μου καὶ τὴν καρδίαν ἀπὸ τῆς χάριτος καὶ ἀγαθωσύνης σου. Ἡ εὔσπλαγχνος μήτηρ, Κύριε, ἀθετουμένη ὑπὸ τοῦ ἰδίου βρέφους, οὐ θέλει ὑπεριδεῖν αὐτό, διότι νικᾶται ὑπὸ τῶν σπλάγχνων αὐτῆς. Τὰ σπλάγχνα τοῦ πετεινοῦ κέχυται ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ, καὶ καθ’ ὥραν ἐπισκέπτεται αὐτά, καὶ βρώματα αὐτοῖς φέρει, καὶ κοπιᾷ ἵνα θρέψῃ αὐτά. Οὕτω καὶ ἡ σὴ εὐσπλαγχνία ἡττηθήσεται ὑπὸ τῆς ἐμφύτου σου ἀγαθότητος ἐλεῆσαι τοὺς ἐξ ὅλης ψυχῆς ἐπικαλουμένους σε.

Ἀλλ’ ἐκεῖνα μὲν νήπια ὄντα εἰς κρίσιν οὐκ ἔρχεται, ἐγὼ δὲ ὁ τάλας ἐν γνώσει ἁμαρτάνων οἶδα ὅτι κριθήσομαι. Προσπίπτω οὖν τοῖς οἰκτιρμοῖς σου δεόμενος, Υἱὲ Θεοῦ μονογενές, ἵνα κατὰ πᾶσαν ὥραν ἐπισκέπτηταί με ἡ χάρις σου τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον, καὶ γένηταί μοι αὕτη φωτισμὸς καὶ καταφυγὴ καὶ δύναμις, ἵνα καὶ ἐκεῖ ἐν τῇ φοβερᾷ ὥρᾳ τῆς δίκης ὑπὸ τῶν πτερύγων αὐτῆς σκεπασθῶ, καὶ σταθῶ ἐκ δεξιῶν σου μετὰ τῶν καλῶς ἀγωνισαμένων καὶ εὐαρεστησάντων σοι, οἰκτειρηθεὶς χάριτι, σωθεὶς ἐν ἐλέει, δοξάζων καὶ εὐλογῶν τὴν ἀπειροδύναμόν σου ἀγαθότητα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Τὰ πάντα σὺ ἐδημιούργησας, Κύριε· ἀλλ’ ἐκεῖνα μὲν εἰς κρίσιν οὐκ ἔρχονται, ἐγὼ δὲ καὶ περὶ ἀργοῦ λόγου καὶ πονηρῶν ἐνθυμήσεων καὶ περὶ τῆς ἐπιθυμίας αὐτῆς δίκας ὑφέξω. Ἐγὼ δὲ ἄφνω ἐπελθούσης μοι ἡδονῆς, εὐθὺς ἐπιλανθάνομαι πάντα ὁμοῦ καὶ ὡς παραφρονῶν πάντα δουλεύω τῇ κακίᾳ· κενόδοξος, ὀργίλος, χαῦνος, ὀκνηρός, μετέωρος, γαστρίμαργος, φιλήδονος, καταμολυνόμενος· κατὰ πᾶσαν ὥραν περιπλανῶμαι καὶ οὐ συνιῶ. Ἡ παρουσία τῆς χάριτός σου, Δέσποτα φιλάνθρωπε, παρέχει γλυκασμόν, ἡσυχίαν, κατάνυξιν. Ὦ φιλάνθρωπε Κύριε, ὑπεράγαθε, θέλων καὶ οὐ θέλων, σῶσόν με διὰ τὴν πολλήν σου ἀγαθότητα. 

Αγίου Εφραίμ του Σύρου

28/07/2011 Posted by | Προς τον Κύριο του παντώς, Ιησούν Χριστόν. | Σχολιάστε

Δύο ευχές προς τον Κύριο. Αγίου Εφραίμ του Σύρου.

Βοηθός μου γενοῦ, Δέσποτα ἁπάντων Χριστέ, ὑπεράσπισον τῆς ψυχικῆς μου ἀσθενείας. Ἀπαλλαγείην τῆς ἀνοσίου ταύτης καὶ ἁμαρτητικῆς φθορᾶς· ἐλεύθερος γενοίμην τῶν δεσμῶν τῆς ἁμαρτίας· μὴ ἐνεργείτω ἐν ἐμοὶ ἡ τυραννὶς τῆς κακίας, μηδὲ κατακρατείτω μου ὁ πολέμιος δαίμων διὰ τῆς ἁμαρτίας ὡς αἰχμαλώτου, ἀλλ’ ἐλθέτω ἐπ’ ἐμὲ ἡ τοῦ θείου καὶ προσκυνητοῦ σου Πνεύματος βασιλεία, ἵνα ἀποχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντά μου ἐβδελυγμένα πάθη. Σὺ γὰρ εἶ Θεὸς ἐλέους καὶ φιλανθρωπίας καὶ οἰκτιρμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Αγίου Εφραίμ του Σύρου

 Ετέρα Ευχή

Δέσποτα Κύριε, ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, Βασιλεῦ τῶν αἰώνων, εὐδόκησον ἀνοιγῆναί μοι θύραν τῆς μετανοίας, ὅτι ἐν ὀδύνῃ ψυχῆς ἱκετεύω σε. Ἐπίβλεψον τῇ πολλῇ σου εὐσπλαγχνίᾳ, καὶ πρόσδεξαί μου τὴν δέησιν, καὶ μὴ ἀπώσῃ μου τὴν ἱκεσίαν, ἀλλὰ σύγγνωθί μοι τῷ ἐν πολλοῖς πταίσμασιν εὑρεθέντι. Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, καὶ συγχώρησόν μοι πάντα ὅσα, ὡς ἄνθρωπος ἡττηθεὶς τῇ προαιρέσει μου, εἰργασάμην κακά. Ζητῶ γὰρ ἄνεσιν καὶ οὐχ εὑρίσκω διὰ τὸ τὴν συνείδησίν μου εἶναι μεμολυσμένην· ἀλλ’ οὐδὲ εἰρήνη ἐστὶν ἐν ἐμοὶ διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου.

Ἄκουσον, Κύριε, καρδίας ἐν ὀδύνῃ βοώσης πρὸς σέ, καὶ μὴ πρόσχες τοῖς φαύλοις μου ἔργοις, ἀλλ’ ἐπίβλεψον ἐπὶ τὴν ὀδύνην τῆς ψυχῆς μου, καὶ τάχυνον τοῦ ἰάσασθαί με δεινῶς τετραυματισμένον, καὶ δός μοι καιρὸν ἀνανήψεως κατὰ τὴν χάριν τῆς φιλανθρωπίας σου, καὶ ῥῦσαί με ἀπὸ τῶν κακίστων ἔργων μου, καὶ μὴ ἀνταποδῷς μοι ἄξια, ὧν ἔπραξα, ἵνα μὴ τελείως ἀπόλωμαι καὶ πάσης προθυμίας ἐρημωθῶ καὶ ἐννοίας εἰς τὸ διορθώσασθαι ἐμαυτόν. Προσπίπτω οὖν τοῖς οἰκτιρμοῖς σου τοῦ ἐλεῆσαί με ἐπὶ γῆς ἐρριμμένον ἐν καταδίκῃ ἔργων μου.

Ἀνακάλεσαί με, Δέσποτα, τὸν αἰχμάλωτον κατεχόμενον ὑπὸ τῶν πράξεών μου, καὶ ὡς ὑπὸ ἁλύσεως σφιγγόμενον· σὺ γὰρ μόνος οἶδας λύειν πεπεδημένους, καὶ ἰᾶσθαι τὰ ἄδηλα τραύματα, ἃ σὺ μόνος ἐπίστασαι, ὡς τῶν κρυπτῶν γνώστης. Ὅσα γὰρ πάθη πρόσεστί μοι κακῶν, εἰς πάντα σε εὑρίσκω ὀνομαζόμενον ἰατρὸν τῶν κακῶς ἐχόντων, θύραν τῶν ἔξω παροδυρομένων, λυτρωτὴν τῶν ἀπαγομένων, ἐπέχοντα ἀεὶ τὴν χεῖρά σου καὶ μὴ ἐπαφιέντα τὴν ὀργήν σου τὴν τοῖς ἁμαρτωλοῖς ἡτοιμασμένην, ἀλλὰ διὰ τὴν πολλήν σου φιλανθρωπίαν διδόντα ἡμῖν καιρὸν ἀνανήψεως· σὺ γὰρ εἶ ὁ ταχὺς ἐν ἐλέει καὶ βραδὺς ἐν κολάσει. Θέλησον οὖν ὀρέξαι μοι χεῖρα καὶ ἀναστῆσαί με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, ὁ μὴ τερπόμενος ἐν ἀπωλείᾳ ἀνθρώπου καὶ μὴ ἀποστρεφόμενος πρόσωπον ἐν δάκρυσιν εἰς σὲ ἀτενίζοντος.

Εἰσάκουσον, Κύριε, φωνὴν τοῦ δούλου σου βοῶντος πρὸς σέ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου εἰς ἐμὲ τὸν ἐσκοτισμένον, καὶ φώτισόν με τῇ τοῦ Ἁγίου σου Πνεύματος παρουσίᾳ, καὶ χάρισαί μοι μιαρῷ προθυμίαν, καὶ στρέψον, Κύριε, τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, καὶ διάρρηξον τὸν σάκκον μου, καὶ περίζωσαί με εὐφροσύνῃ, καὶ ἀνοιγήτω μοι ἡ θύρα τῆς βασιλείας σου, ὅπως εἰσελθὼν ἐν αὐτῇ δοξάζω τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Αγίου Εφραίμ του Σύρου

26/07/2011 Posted by | Προς τον Κύριο του παντώς, Ιησούν Χριστόν. | Σχολιάστε

   

Αρέσει σε %d bloggers: