Προσευχές Αγίου Εφραίμ του Σύρου
Μεγαλύνων μεγαλύνω σε, Κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, καὶ ἔσωσας με ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ νῦν, Δέσποτα, σκεπασάτω με ἡ χείρ σου, καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ ἀθλίου σώματος τούτου, μήποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου χεὶρ συναντήσῃ αὐτῇ, καὶ παρεμποδίσῃ ἐν σκότει διὰ τὰς ἐν ἀγνοίᾳ καὶ γνώσει ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας. Ἵλεώς μοι γενοῦ, Δέσποτα τῶν ἁπάντων, καὶ μὴ ἰδέτω ἡ ψυχή μου τὴν ἐζοφωμένην ὄψιν τῶν πονηρῶν δαιμόνων, ἀλλὰ παραλαβέτωσαν αὐτὴν Ἄγγελοί σου φαιδροὶ καὶ φωτεινοί. Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα. Ἐν τῷ κρίνεσθαί με μὴ καταλάβῃ με ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κατασπᾶσαί με τὸν ἁμαρτωλὸν εἰς βυθὸν ᾅδου, ἀλλὰ παράστηθί μοι καὶ γενοῦ μοι σωτὴρ καὶ ἀντιλήπτωρ. Ἐλέησον, Κύριε, τὴν ῥυπωθεῖσαν τοῖς πάθεσι τοῦ βίου τούτου ψυχήν μου· καὶ εἴ τι ὡς ἄνθρωπος κατὰ τὴν ἀσθένειαν τῆς φύσεως ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἐπλημμέλησα, ὁ ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας, συγχώρησόν μοι, καὶ ἄφες μοι ἵνα ἀναψύξω καὶ εὑρεθῶ ἐνώπιόν σου μὴ ἔχων σπῖλον ἢ ῥυτίδα, ἀλλ’ ἄμωμος καὶ ἀκηλίδωτος προσδεχθείην ἐν χερσί σου, Δέσποτα· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.
Αγίου Εφραίμ του Σύρου
Κύριε, δὸς ἔλεος τοῖς μισοῦσι καὶ φθονοῦσι καὶ λοιδοροῦσιν, ὁμοίως καὶ τοῖς καταλαλοῦσί μου· καὶ μηδόλως τις ἐξ αὐτῶν δι’ ἐμὲ τὸν ἀκάθαρτον πονηρόν τι πάθοι, μήτε ἐν τῷ νῦν αἰῶνι, μήτε ἐν τῷ μέλλοντι, ἀλλὰ ἁγίασον αὐτοὺς ἐν τῷ ἐλέει σου, καὶ σκέπασον αὐτοὺς ἐν τῇ χρηστότητί σου, Πανάγαθε.
Αγίου Εφραίμ του Σύρου
Κύριε, Βασιλεῦ ἐπουράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας… Προσευχή Αγίου Εφραίμ του Σύρου.
Κύριε, Βασιλεῦ ἐπουράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, παρακλήθητι καὶ συγχώρησόν μοι τῷ ἀναξίῳ δούλῳ σου, εἴ τι ἥμαρτον σήμερον ὡς ἄνθρωπος, μᾶλλον δὲ ὡς ἀπάνθρωπος· τὰ ἑκούσιά μου πταίσματα καὶ τὰ ἀκούσια· τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ· τὰ ἐκ συναρπαγῆς καὶ ἀπροσεξίας, καὶ πολλῆς μου ῥᾳθυμίας καὶ ἀμελείας· ἤτε τὸ ὄνομά σου τὸ ἅγιον ὤμοσα, ἤτε αὐτῷ ἐπιώρκησα, ἢ ἐβλασφήμησα κατὰ διάνοιαν, ἤτε τινὰ ἐλοιδόρησα, ἢ ἐσυκοφάντησα, ἢ ἐλύπησα, ἤ τινι κατηρασάμην, ἢ ἔν τινι παρώργισα, ἢ ἐψευσάμην, ἢ φίλος κατῆλθε πρός με καὶ αὐτὸν παρεῖδον, ἤτε ἀδελφὸν ἔθλιψα καὶ παρεπίκρανα, ἢ ἱσταμένου μου εἰς προσευχὴν καὶ ψαλμῳδίαν ὁ νοῦς μου ὁ πονηρὸς εἰς τὰ βιωτικὰ καὶ πονηρὰ περιεπόλευσεν, ἢ παρὰ τὸ πρέπον ἐτρύφησα, ἢ εὐτράπελα ἐλάλησα, ἢ ἀφρόνως ἐγέλασα, ἢ ἐκενοδόξησα, ἢ ἐγαστριμάργησα, ἢ ὑπερηφανευσάμην, ἢ κάλλος μάταιον ἐθεασάμην, ἢ ὑπ’ αὐτοῦ ἐθέλχθην, ἢ τὰ μὴ δέοντά μοι ἐφλυάρησα, ἢ τὸ ἐλάττωμα τοῦ ἀδελφοῦ μου ἔβλεψα καὶ τὰ ἐμὰ ἀναρίθμητα ἐλαττώματα καὶ παραπτώματα παρέβλεψα, ἤτε τῆς εὐχῆς μου ἠμέλησα, ἤτε τι ἄλλο πονηρὸν ἐποίησα.
Ταῦτα πάντα, καὶ ἄλλα ἃ ἔπραξα, καὶ οὐ μέμνημαι, ἐλέησόν με, Κύριε, καὶ συγχώρησόν μοι τῷ ἀχρείῳ δούλῳ σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα ἐν εἰρήνῃ κοιμηθήσομαι καὶ ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων σε σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.
Αγίου Εφραίμ του Σύρου
Ἡ χάρις σου δέδωκέ μοι τὸ λαλεῖν πρὸς σέ…
Ἡ χάρις σου δέδωκέ μοι τὸ λαλεῖν πρὸς σέ, Κύριε, καὶ ὁ πόθος ὃν ἔχω πρὸς τὴν σὴν ἀγαθότητα ἀναγκάζει με δεδιέναι. Ὡς μόνος ἀγαθὸς καὶ πάντων ἡμῶν δημιουργὸς συγχώρησον ἀνομίας καὶ ἁμαρτίας δούλου σου ἁμαρτωλοῦ καὶ ἀγνώμονος. Οἶδα ὅτι ὑπερβάλλω ταῖς ἁμαρτίαις πάντων ἀνθρώπων, Κύριε, ἀλλ’ ἔχω καταφυγὴν τὴν ὑπερβάλλουσαν ἄβυσσον τῶν σῶν οἰκτιρμῶν· πέπεισμαι δὲ ὅτι προσδέχῃ καὶ ἐλεεῖς πάντας τοὺς προσερχομένους τῇ σῇ χρηστότητι· καὶ προγνώστης ὤν, Δέσποτα, καρδίαν τοῦ προσερχομένου προβλέπεις, ἐὰν ἐξεδύσατο τὸν κόσμον παντελῶς. Πρὸ τοῦ φθάσαι αὐτὸν τὴν θύραν, ἀνοίγεις αὐτῷ· πρὸ τοῦ αὐτὸν προσπεσεῖν, χεῖρα ἐπιδίδως· πρὸ τοῦ βρύσαι αὐτὸν δάκρυα, τοὺς οἰκτιρμούς σου ἐπιρρίπτεις, καὶ ὡς ἔμπορον ἐπιδημήσαντα μετὰ πλούτου πολλοῦ, οὕτω προσδέχῃ τὸν προσερχόμενον ἐξ ὅλης ψυχῆς· ποθεῖς γὰρ ἰδεῖν τὴν μετάνοιαν, καὶ ἐπιθυμεῖς ἰδεῖν τὰ δάκρυα, καὶ χαίρεις ἐπὶ τῇ σπουδῇ τῶν δούλων σου τῶν ἀγωνιζομένων εὑρεῖν τὴν καθαρότητα.
Ἀλλ’ ἐπειδὴ οὐκ ἔστι δυνατὸν πραθῆναι ἰάματα τῆς χάριτός σου, Κύριε, διὰ δὲ τῶν δακρύων παρέχεις αὐτὰ δωρεάν, δώρησαί μοι τῷ ἀναξίῳ δούλῳ σου δάκρυα, ἵνα μετὰ φωτισμοῦ καὶ πόθου καὶ πίστεως ἱκετεύω τὴν ἀνείκαστόν σου ἀγαθότητα, ὅπως ἰαθῶ ἀπὸ τῶν κρυπτῶν μου τραυμάτων. Δεῖξον οὖν εἰς τὰ μέλη μου τὴν πολλήν σου εὐσπλαγχνίαν, εὔσπλαγχνε ἰατρέ, καὶ ἄσπιλα ποίησον τὰ τραύματά μου, καὶ φανήσεται ἡ εὐσπλαγχνία σου εἰς ἐμὲ τὸν ταλαίπωρον. Ἀπάλλαξόν με τῶν πρεπόντων μοι κολαστηρίων. Ἀπάλλαξόν με, Κύριε, ἀπὸ τῆς συνοχῆς τῶν ἀοράτων πολεμίων, καὶ κηρυχθείη ἡ χάρις σου, ὅτι αὕτη με ἐρρύσατο. Κηρυχθείη ἡ χάρις σου, ὡς πάντοτε καὶ ἀλλαχοῦ εἰς ἀναριθμήτους ῥᾳθύμους ὡς ἐμέ. Ἔοικε, Δέσποτα, ὁ ἀσθενὴς ἡμῶν νοῦς τῷ νεοφύτῳ ξύλῳ, χρῄζοντι πάντοτε τὴν πνοὴν τοῦ ὕδατος. Οὕτως ἡ διάνοια ἡ ἡμετέρα ἀσθενὴς οὖσα, δέεται ἀδιαλείπτως ἀπὸ τῆς σῆς χάριτός τε καὶ φωτισμοῦ. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι. Εἰ δὲ ἠθέτησα καὶ ἀθετῶ ὡς χοϊκός, ἀλλ’ ὁ πληρώσας τὰς ὑδρίας ἀπὸ τῆς εὐλογίας σου, πλήρωσόν μου καὶ τὴν καρδίαν ἀπὸ τῆς χάριτος καὶ ἀγαθωσύνης σου. Ἡ εὔσπλαγχνος μήτηρ, Κύριε, ἀθετουμένη ὑπὸ τοῦ ἰδίου βρέφους, οὐ θέλει ὑπεριδεῖν αὐτό, διότι νικᾶται ὑπὸ τῶν σπλάγχνων αὐτῆς. Τὰ σπλάγχνα τοῦ πετεινοῦ κέχυται ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ, καὶ καθ’ ὥραν ἐπισκέπτεται αὐτά, καὶ βρώματα αὐτοῖς φέρει, καὶ κοπιᾷ ἵνα θρέψῃ αὐτά. Οὕτω καὶ ἡ σὴ εὐσπλαγχνία ἡττηθήσεται ὑπὸ τῆς ἐμφύτου σου ἀγαθότητος ἐλεῆσαι τοὺς ἐξ ὅλης ψυχῆς ἐπικαλουμένους σε.
Ἀλλ’ ἐκεῖνα μὲν νήπια ὄντα εἰς κρίσιν οὐκ ἔρχεται, ἐγὼ δὲ ὁ τάλας ἐν γνώσει ἁμαρτάνων οἶδα ὅτι κριθήσομαι. Προσπίπτω οὖν τοῖς οἰκτιρμοῖς σου δεόμενος, Υἱὲ Θεοῦ μονογενές, ἵνα κατὰ πᾶσαν ὥραν ἐπισκέπτηταί με ἡ χάρις σου τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον, καὶ γένηταί μοι αὕτη φωτισμὸς καὶ καταφυγὴ καὶ δύναμις, ἵνα καὶ ἐκεῖ ἐν τῇ φοβερᾷ ὥρᾳ τῆς δίκης ὑπὸ τῶν πτερύγων αὐτῆς σκεπασθῶ, καὶ σταθῶ ἐκ δεξιῶν σου μετὰ τῶν καλῶς ἀγωνισαμένων καὶ εὐαρεστησάντων σοι, οἰκτειρηθεὶς χάριτι, σωθεὶς ἐν ἐλέει, δοξάζων καὶ εὐλογῶν τὴν ἀπειροδύναμόν σου ἀγαθότητα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὰ πάντα σὺ ἐδημιούργησας, Κύριε· ἀλλ’ ἐκεῖνα μὲν εἰς κρίσιν οὐκ ἔρχονται, ἐγὼ δὲ καὶ περὶ ἀργοῦ λόγου καὶ πονηρῶν ἐνθυμήσεων καὶ περὶ τῆς ἐπιθυμίας αὐτῆς δίκας ὑφέξω. Ἐγὼ δὲ ἄφνω ἐπελθούσης μοι ἡδονῆς, εὐθὺς ἐπιλανθάνομαι πάντα ὁμοῦ καὶ ὡς παραφρονῶν πάντα δουλεύω τῇ κακίᾳ· κενόδοξος, ὀργίλος, χαῦνος, ὀκνηρός, μετέωρος, γαστρίμαργος, φιλήδονος, καταμολυνόμενος· κατὰ πᾶσαν ὥραν περιπλανῶμαι καὶ οὐ συνιῶ. Ἡ παρουσία τῆς χάριτός σου, Δέσποτα φιλάνθρωπε, παρέχει γλυκασμόν, ἡσυχίαν, κατάνυξιν. Ὦ φιλάνθρωπε Κύριε, ὑπεράγαθε, θέλων καὶ οὐ θέλων, σῶσόν με διὰ τὴν πολλήν σου ἀγαθότητα.
Αγίου Εφραίμ του Σύρου
Δύο ευχές προς τον Κύριο. Αγίου Εφραίμ του Σύρου.
Βοηθός μου γενοῦ, Δέσποτα ἁπάντων Χριστέ, ὑπεράσπισον τῆς ψυχικῆς μου ἀσθενείας. Ἀπαλλαγείην τῆς ἀνοσίου ταύτης καὶ ἁμαρτητικῆς φθορᾶς· ἐλεύθερος γενοίμην τῶν δεσμῶν τῆς ἁμαρτίας· μὴ ἐνεργείτω ἐν ἐμοὶ ἡ τυραννὶς τῆς κακίας, μηδὲ κατακρατείτω μου ὁ πολέμιος δαίμων διὰ τῆς ἁμαρτίας ὡς αἰχμαλώτου, ἀλλ’ ἐλθέτω ἐπ’ ἐμὲ ἡ τοῦ θείου καὶ προσκυνητοῦ σου Πνεύματος βασιλεία, ἵνα ἀποχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντά μου ἐβδελυγμένα πάθη. Σὺ γὰρ εἶ Θεὸς ἐλέους καὶ φιλανθρωπίας καὶ οἰκτιρμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αγίου Εφραίμ του Σύρου
Ετέρα Ευχή
Δέσποτα Κύριε, ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, Βασιλεῦ τῶν αἰώνων, εὐδόκησον ἀνοιγῆναί μοι θύραν τῆς μετανοίας, ὅτι ἐν ὀδύνῃ ψυχῆς ἱκετεύω σε. Ἐπίβλεψον τῇ πολλῇ σου εὐσπλαγχνίᾳ, καὶ πρόσδεξαί μου τὴν δέησιν, καὶ μὴ ἀπώσῃ μου τὴν ἱκεσίαν, ἀλλὰ σύγγνωθί μοι τῷ ἐν πολλοῖς πταίσμασιν εὑρεθέντι. Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, καὶ συγχώρησόν μοι πάντα ὅσα, ὡς ἄνθρωπος ἡττηθεὶς τῇ προαιρέσει μου, εἰργασάμην κακά. Ζητῶ γὰρ ἄνεσιν καὶ οὐχ εὑρίσκω διὰ τὸ τὴν συνείδησίν μου εἶναι μεμολυσμένην· ἀλλ’ οὐδὲ εἰρήνη ἐστὶν ἐν ἐμοὶ διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου.
Ἄκουσον, Κύριε, καρδίας ἐν ὀδύνῃ βοώσης πρὸς σέ, καὶ μὴ πρόσχες τοῖς φαύλοις μου ἔργοις, ἀλλ’ ἐπίβλεψον ἐπὶ τὴν ὀδύνην τῆς ψυχῆς μου, καὶ τάχυνον τοῦ ἰάσασθαί με δεινῶς τετραυματισμένον, καὶ δός μοι καιρὸν ἀνανήψεως κατὰ τὴν χάριν τῆς φιλανθρωπίας σου, καὶ ῥῦσαί με ἀπὸ τῶν κακίστων ἔργων μου, καὶ μὴ ἀνταποδῷς μοι ἄξια, ὧν ἔπραξα, ἵνα μὴ τελείως ἀπόλωμαι καὶ πάσης προθυμίας ἐρημωθῶ καὶ ἐννοίας εἰς τὸ διορθώσασθαι ἐμαυτόν. Προσπίπτω οὖν τοῖς οἰκτιρμοῖς σου τοῦ ἐλεῆσαί με ἐπὶ γῆς ἐρριμμένον ἐν καταδίκῃ ἔργων μου.
Ἀνακάλεσαί με, Δέσποτα, τὸν αἰχμάλωτον κατεχόμενον ὑπὸ τῶν πράξεών μου, καὶ ὡς ὑπὸ ἁλύσεως σφιγγόμενον· σὺ γὰρ μόνος οἶδας λύειν πεπεδημένους, καὶ ἰᾶσθαι τὰ ἄδηλα τραύματα, ἃ σὺ μόνος ἐπίστασαι, ὡς τῶν κρυπτῶν γνώστης. Ὅσα γὰρ πάθη πρόσεστί μοι κακῶν, εἰς πάντα σε εὑρίσκω ὀνομαζόμενον ἰατρὸν τῶν κακῶς ἐχόντων, θύραν τῶν ἔξω παροδυρομένων, λυτρωτὴν τῶν ἀπαγομένων, ἐπέχοντα ἀεὶ τὴν χεῖρά σου καὶ μὴ ἐπαφιέντα τὴν ὀργήν σου τὴν τοῖς ἁμαρτωλοῖς ἡτοιμασμένην, ἀλλὰ διὰ τὴν πολλήν σου φιλανθρωπίαν διδόντα ἡμῖν καιρὸν ἀνανήψεως· σὺ γὰρ εἶ ὁ ταχὺς ἐν ἐλέει καὶ βραδὺς ἐν κολάσει. Θέλησον οὖν ὀρέξαι μοι χεῖρα καὶ ἀναστῆσαί με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, ὁ μὴ τερπόμενος ἐν ἀπωλείᾳ ἀνθρώπου καὶ μὴ ἀποστρεφόμενος πρόσωπον ἐν δάκρυσιν εἰς σὲ ἀτενίζοντος.
Εἰσάκουσον, Κύριε, φωνὴν τοῦ δούλου σου βοῶντος πρὸς σέ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου εἰς ἐμὲ τὸν ἐσκοτισμένον, καὶ φώτισόν με τῇ τοῦ Ἁγίου σου Πνεύματος παρουσίᾳ, καὶ χάρισαί μοι μιαρῷ προθυμίαν, καὶ στρέψον, Κύριε, τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, καὶ διάρρηξον τὸν σάκκον μου, καὶ περίζωσαί με εὐφροσύνῃ, καὶ ἀνοιγήτω μοι ἡ θύρα τῆς βασιλείας σου, ὅπως εἰσελθὼν ἐν αὐτῇ δοξάζω τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αγίου Εφραίμ του Σύρου
Πένθος τῇ Πέμπτῃ ἑσπέρας
Πένθος τῇ Πέμπτῃ ἑσπέρας
Ἰδοὺ πάλιν προσπίπτω ἐπὶ θύραις τοῦ ἐμοῦ Δεσπότου ἱκετεύων, παρακαλῶν, προσκυνῶν καὶ βοῶν μετὰ φόβου· συμφέρει γὰρ τῷ οἰκέτῃ μὴ ἐκφυγεῖν τὰς χεῖρας τοῦ δεσπότου αὐτοῦ, ἁμαρτήσαντι αὐτῷ, ἀλλὰ μᾶλλον παραμένειν. Εἰσάκουσον, ὦ Δέσποτα, τοῦ κλαυθμοῦ μου, καὶ πρόσδεξαι τὰ ῥήματα τῆς δεήσεώς μου, ἃ προσφέρω ὁ ἁμαρτωλὸς αἰδούμενος. Ἔκχεον ἐπὶ τὸν ἄθλιον ἐμὲ μικρὰν σταγόνα ἐπιστροφῆς τῷ ἐλέει σου, καὶ φώτισόν μου τὴν ψυχὴν τῇ χάριτί σου, ἵνα ἕξω μικρὰν προθυμίαν εἰς τὸ διορθώσασθαι ἐμαυτόν. Εἰ μὴ γὰρ ἡ χάρις σου φωτίσει μου τὴν ψυχήν, οὐ δύναμαι κατανοῆσαι τὴν ἐν ἐμοὶ ἐμπάθειαν καὶ ἀμέλειαν.
Οἴμοι γάρ, ὅτι προλαβοῦσα ἡ ἁμαρτία νομὴν ἐν ἐμοὶ εὑροῦσα, καθ’ ἑκάστην ἀμαυροῖ, καὶ βυθίζει με, καὶ παροργίζειν τὸν Θεὸν ὁ τάλας οὐ παύομαι, μὴ φοβούμενος τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ μὴ τρέμων τὰς ἀθανάτους τιμωρίας· συνήθειαν γὰρ λαβοῦσα ἡ ἁμαρτία, ἕλκει με εἰς παντελῆ ἀπώλειαν. Ἐμαυτὸν μὲν ἐλέγχω, καὶ οὐ παύομαι ἐξομολογούμενος, ἀλλὰ πάλιν ἐπιμένω τοῖς κακοῖς. Βλέπων οὐχ ὁρῶ, ἐπειδὴ μετανοῶν πλημμελῶ. Οὐ γνωσιμαχῶ πρὸς τὴν διάγνωσιν τῶν γινομένων, ἀλλὰ τῆς ἐμῆς κατηγορῶ μετανοίας. Ἐπειδὴ ὡς δοῦλος εἰμὶ τῆς ἁμαρτίας, καὶ μὴ θέλων ποιῶ τὸ κακόν, καὶ ὡς στρατευθεὶς ὑπὸ τῆς ἁμαρτίας, αὐτῇ ὑποτάσσομαι· καὶ φυγεῖν δυνάμενος τελοῦμαι αὐτῇ διὰ τὴν βασιλεύουσάν μοι συνήθειαν. Ὀψώνια λαμβάνω τῆς σαρκός, τῶν παθῶν ἐπιμελούμενος. Γινώσκω τὴν ἐν ἐμοὶ πρόληψιν τῆς φθορᾶς, καὶ ὥσπερ δοῦλος, ὅτε κελευσθῶ, εὐθὺς ἐργάζομαι αὐτήν. Φεύγω τὸν μέλλοντα πόλεμον, καὶ ὡς κύων σιδηρόδετος ἐπιστρέφω πρὸς τὸν ἐπιτάσσοντα. Μισῶ μὲν τὴν ἁμαρτίαν, ἀποδιδράσκω τὴν παρανομίαν, καὶ τῷ πάθει ἐπιμένω· κρατοῦμαι γὰρ ὁ δείλαιος καὶ μὴ θέλων ὑπὸ τῆς ἡδονῆς. Ἐδούλευσα τῇ φύσει πρὸς ἀνάγκην, καὶ πηγάζει κατ’ ἐμοῦ τὴν ἁμαρτίαν ὠνηθεῖσα τὴν προαίρεσιν. Ἀναβρύουσι κατ’ ἐμοῦ τὰ πάθη, ἐπεὶ τὴν διάνοιαν ἥνωσα τῇ σαρκί, καὶ χωρισμὸν οὐ παραδέχεται. Σπεύδω τὴν προαίρεσιν μεταβαλεῖν, καὶ ἡ προλαβοῦσα κατάστασις ἀνθίσταταί μοι. Ἐπείγομαι ὁ ταλαίπωρος τοῦ ἐλευθερῶσαί μου τὴν ψυχήν, καὶ εἰς πολύ με χρέος συνωθεῖ ὁ κακὸς δανειστής. Οὐχ ὑπομιμνῄσκει τὴν ἀνταπόδοσιν, ἀλλὰ φιλοτίμως κιχρᾷ, μηδέποτε ἀπολαμβάνειν βουλόμενος. Μόνον τὴν δουλείαν αἱρεῖται. Δίδωσιν ἵνα πλουτήσω ἐν τοῖς πάθεσι, καὶ τὸ χρέος οὐκ εἰσπράττεται. Θέλω ἀποδοῦναι ἐγώ, κἀκεῖνος προστίθησιν. Ἐὰν δὲ καὶ δι’ αὐτῶν μικρὸν ἐμαυτὸν βιάσω, προστίθησιν ἕτερα, ἵνα ἐκ τῶν αὑτοῦ ὀφθῶ καταβαλλόμενος· καὶ ὁρῶν ὅτι ἡ συνέχεια τοῦ χρέους πείθει με εἶναι ἁμαρτωλόν, εἰσάγει μοι νεωτέρας ἐπιθυμίας, καὶ ποιεῖ με ἐπιλανθάνεσθαι τῶν παθῶν, ἵνα μὴ ἐξομολογήσωμαι. Συντυγχάνω τοῖς ξένοις πάθεσι, καὶ ἀπασχολούμενος εἰς λήθην τῶν προτέρων ἔρχομαι. Συντίθεμαι τοῖς ἐπελθοῦσι, καὶ πάλιν χρεώστης εὑρίσκομαι. Προστρέχω αὐτοῖς ὡς φίλοις, καὶ κιχρῶντές μοι πάλιν ὡς δεσπόται εὑρίσκονται· καὶ ὁ πρὸ μικροῦ σπουδάζων ῥυσθῆναι, γίνομαι δι’ αὐτῶν δοῦλος πολύπρατος. Σπεύδω ἐκκόψαι αὐτῶν τοὺς δεσμούς, καὶ ὑπὸ ἑτέρων ἄφνω κατέχομαι. Σπεύδω ἀπαλλαγῆναι τῆς στρατείας τῶν παθῶν, καὶ διὰ δοσοληψιῶν ὡς οἰκονόμος αὐτῶν εὑρίσκομαι.
Ὢ τῆς ἐξουσίας ἐν ἐμοὶ τῶν παθῶν τῆς ἁμαρτίας! Ὢ τῆς δεσποτείας τοῦ κακοτέχνου καὶ δολίου Δράκοντος, ὅτι πρὸς τὴν φύσιν, καὶ τὰς συνωνὰς πραγματεύεται καὶ τοὺς ἀρραβῶνας δίδωσιν, ἵνα πωλήσῃ αὐτῇ τῇ ἁμαρτίᾳ τὴν διάνοιαν! Ἔπεισε κολακεῦσαί μου τὴν σάρκα τοῦ παραστῆσαι αὐτὴν εἰς λειτουργίαν τῆς υχῆς, καὶ ἡττήθην ὑπὸ τῆς ἡδονῆς. Εἰς ἀκρασίαν αὖθις ὕπνου τραπείς, παντελῶς τὴν λειτουργίαν μου ἐστερήθην. Εὐχομένου μου παρέσχε μοι πρός τινα ἡδονὴν εὐτελῆ ἔννοιαν καὶ κρατεῖ μου δι’ αὐτῆς, ὡς ἐν σχοινίῳ χαλκῷ, τὴν εὐτελῆ διάνοιαν· θέλουσαν δὲ φυγεῖν οὐκ ἐᾷ διὰ τὸν σύνδεσμον.
Ἀσφαλίζεται οὖν ἡ ἁμαρτία τὴν διάνοιαν, καὶ κλείει τὴν θύραν τῆς γνώσεως.
Ἀεὶ τηρεῖ τὸν νοῦν ἡ κακία, ἵνα μὴ πρὸς τὸν Θεὸν συμφωνήσας κωλύσῃ πραθῆναι τὴν σάρκα. Παράγει τὸ πλῆθος τῶν συμπεπλεγμένων λογισμῶν, καὶ πείθει ὅτι οὐκ ἔσται περὶ τοῦ μικροῦ τούτου ἔτασις, καὶ ὅτι οὐ δυνατὸν γνῶσιν εἶναι περὶ αὐτῶν, καὶ ὅτι λήθη τὰ τοιαῦτα παραβληθήσεται. Ἐγὼ δὲ ἐνώπιόν μου προβάλλω τὸν ἐμὸν ἔλεγχον, καὶ οἶδα ὅτι ἐμοὶ ἐπήρτηται ἡ κόλασις.
Τούτοις με συνέχει, τούτοις με καταδεσμεῖ, τούτοις με πωλεῖ καὶ ἀγοράζει, τούτοις με πλανᾷ, τούτοις με κολακεύει καὶ ὑποτάσσει, ὡς φησὶν ὁ Ἀπόστολος, ὅτι σαρκικός ἐστι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν· ἡ ἁμαρτία γὰρ ἐν τῇ σαρκί μου οὖσα δε
σπόζει τῆς διανοίας, καὶ κρατεῖ τὴν ψυχὴν ἐπὶ αἰτίᾳ σαρκὶ χρωμένη, καὶ δι’ αὐτῆς καταπονεῖ. Ἐὰν βουληθῇ νηστεῦσαι, ἢ ἀγρυπνῆσαι, μαστίξαι δι’ αὐτῆς αὐτήν, καταπονεῖ ὡς ἰδίαν ἐν ἁλύσει. Ὡς πρόβατον ἐπὶ σφαγὴν καὶ ὡς πετεινὸν ὑψιπετὲς ταύτην κατέδησε, καὶ ὡς ἰσχυρὸν γίγαντα δι’ αὐτῆς τῆς σαρκὸς ἔτεμε χεῖρας καὶ πόδας αὐτῆς. Οὔτε φυγεῖν δύναμαι, οὔτε βοηθῆσαι ἐμαυτῷ. Οὐαί μοι, νεκρός εἰμι ὁ ζῶν, καὶ τυφλὸς ὁ βλέπων! Γέγονα ὡς κύων ὁ ἄνθρωπος, καὶ ὁ νοερὸς ὡς κτῆνος παραδέχομαι.
Ἐλέησον σεαυτήν, ὦ ψυχή. Σπεῦσον πρὸ τῆς ἀποφάσεως. Ἐπείχθητι πρὸ τοῦ χωρισμοῦ, ἵνα μὴ ἀποκλεισθῶμεν σὺν ταῖς μωραῖς παρθένοις, ὅπου οὐκ ἔστιν ἰδεῖν ζωὴν βροτῶν, ἢ λογίσασθαι περὶ δικαιοσύνης· ὅπου οὐκ ἔστι πάλη δι’ ἧς ζωὴ καὶ θάνατος ἐπιγίνεται· ὅπου οὐκ ἔστι σὰρξ δι’ ἧς ὁ Ἐχθρὸς μυκτηρίζεται, ὑπὸ τῆς ἀσθενείας αὐτῆς ἡττώμενος.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου· ἐὰν γὰρ ἐλεήσῃς με, θέλω ἀπαλλαγῆναι τῆς οἰκτρᾶς τῶν παθῶν διαθέσεως, ἐὰν ἐλεήσῃς με, ποθῶ τὴν πρὸς τὴν σὴν ἀγαθότητα ἄρασθαι ὑπακοήν. Ἐὰν ποιήσῃς κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου, λυτρώσεις με· ἐὰν ἐκχέῃς ἐπ’ ἐμὲ
τὴν χρηστότητά σου, σωθήσομαι. Πείθομαι ὅτι δύνασαι, καὶ οὐκ ἀπαγορεύω. Οἶδα ὅτι νικᾷ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου τὴν πληθὺν τῶν ἐμῶν ἁμαρτιῶν. Οἶδα ὅτι πάντας ἠλέησας, καὶ ἐλεεῖς τοὺς ἐπιστρέφοντας ἐξ ὅλης ἰσχύος αὐτῶν. Ὁμολογῶ κἀγὼ ἀπήλαυσα τῆς χάριτός σου πολλάκις, ἀλλὰ μετὰ ταῦτα ἀθετήσας τῆς χάριτός σου ἥμαρτον ὡς οὐδείς. Ἀλλ’ ὁ νεκροὺς ἐγείρας, ἔγειρον κἀμὲ νεκρὸν ὄντα τῇ ἁμαρτίᾳ, καὶ ὁ τυφλοὺς θεραπεύσας, φώτισον τοὺς ἐσκοτισμένους ὀφθαλμοὺς τῆς καρδίας μου. Ὁ ἐκ στόματος τοῦ Ὄφεως τὸν Ἀδὰμ λυτρωσάμενος, ἔκσπασόν με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου· ἐπεὶ πρόβατόν εἰμι σόν, καὶ λεοντόβρωτον γέγονα διὰ τὰ ἐμὰ θελήματα. Κύων γέγονα ταῖς ἁμαρτίαις, ἀλλ’ υἱὸς γενήσομαι, ἰαθεὶς τῇ χάριτί σου. Ἀπεβλήθην ὡς λεπρός, ἀλλ’ ἐὰν θελήσῃς καθαρισθήσομαι. Οἶδα ὅτι μετὰ τὴν γνῶσιν ἥμαρτον, ἀλλ’ ἔχω τοὺς Ἁγίους σου ὑπὲρ ἐμοῦ πρεσβεύοντας. Ὑπερβάλλω πάντας ταῖς ἁμαρτίαις, ἐπίσταμαι, ἀλλ’ οὐχ ἡττᾶται ἡ χρηστότης σου. Ὁ δεδωκὼς τῷ τελώνῃ τὸ προτέρημα, δῴης κἀμοὶ πλείονα πεποιηκότι κακά. Σύ, Κύριε, τὸν Ζακχαῖον ἠλέησας ὡς ἄξιον, ἐμὲ δὲ ἐλεήσεις ἀνάξιον ὄντα. Λύκος ἦν ὁ Παῦλος ποτέ, διώκων τὰ πρόβατα τῆς ποίμνης σου· θηρίον ὑπῆρχε τὰ πρόβατα διασπῶν, καὶ γέγονε ποιμὴν τῇ χάριτί σου θεραπεύων τὰ πρόβατα. Καὶ οἶδα ὅτι αὐτὸς ἐν ἀγνοίᾳ ἐποίησε τὴν ἁμαρτίαν· καὶ ὡς ἀγνοήσας ἀφέσεως ἔτυχε καὶ πλείονος χάριτος. Ἀλλὰ σύ, Κύριε, κρίνας τὴν ἐμὴν ἐν γνώσει ἁμαρτίαν, ἐλεήσεις τῇ ὑπερβαλλούσῃ σου χάριτι.
Οἴμοι, οἴμοι! Αἰδοῦμαι τοὺς νῦν αἰδουμένους με, μὴ τότε αὐτοὺς αἰσχυνθῶ διὰ τὰς κρυπτάς μου ἁμαρτίας. Αἰσχύνομαι τοὺς γεννήσαντάς με, μὴ τότε κατακρινοῦσί με τὸν ἐπηγγελμένον τὰ ὑπὲρ τὸν βίον. Ὡς ἐκείνην βούλομαι τὴν χήραν γενέσθαι, ἥτις ἐπὶ πολὺ ὀχλήσασα τῷ κριτῇ, τοῦ σκοποῦ ἐπέτυχε· καὶ ὡς ὁ φίλος ὁ ἀναιδὴς θέλω ὀφθῆναι πρὸς σὲ τὸν ὑπεράγαθον καὶ μόνον Δεσπότην, ἵνα ἐπιστρέψῃς ψυχὴν ἐν ἁμαρτίαις αἰχμαλωτισθεῖσαν. Ἐκεῖνος ἄρτον ἐζήτει εἰς παραμυθίαν, ἐγὼ δὲ ψυχῆς λυσίπονον· ἐκεῖνος τροφὴν σαρκὸς ᾔτησεν, ἐγὼ δὲ ψυχῆς ἀνάκτισιν.
Εἰσάκουσον ὡς ἀγαθὸς καὶ ὑπεράγαθος φωνῆς τοῦ κλαυθμοῦ τῶν δακρύων μου, καὶ ἐπίστρεψόν με, ἵνα ποιήσω καρπὸν μετανοίας. Δρόσισόν μου τὸν καύσωνα τοῦ συνειδότος. Ἀνακαίνισόν με παλαιούμενον τοῖς πάθεσι τῆς ἁμαρτίας, ὅπως τῆς δουλείας τούτων ἀπαλλαγεὶς ἀναπνεύσω ἡδέως τὸν τῆς ἐλευθερίας ἀέρα, καὶ μετὰ χαρᾶς καὶ εὐφροσύνης δοξάσω τὴν σὴν ἀγαθότητα. Οἶδας, ὦ Δέσποτα, ὅτι ἀπὸ μικροῦ πόνου τῆς ψυχῆς μου τολμῶ ταῦτα φθέγγεσθαι ἐνώπιόν σου. Οἶδα κἀγὼ ὁ ἁμαρτωλὸς ὅτι εὔσπλαγχνος εἶ, Κύριε, καὶ θέλεις μεταβληθῆναί με, ἀλλὰ τὸν καρπὸν ποθεῖς τῆς ἐμῆς προαιρέσεως, καὶ ἕτοιμος εἶ εἰς τὸ ἐλεῆσαί με, ἀλλὰ περιμένεις τὴν ἐμὴν διάθεσιν· ἐλεῶν γὰρ διδάξαι βούλει με, καὶ συγγινώσκων θέλεις με κτήσασθαι κοινωνὸν τῆς σῆς βασιλείας.
Φεῦ τῆς ἐμῆς ἀναισθησίας! Φεῦ τῆς ἐμῆς ἀθλιότητος! Ὦ παχεῖα καὶ γεώδης ψυχή! Ὦ καρδία διεστραμμένη! Ὦ στόμα πλῆρες πικρίας! Ὦ λάρυγξ τάφος ἀνεῳγμένος! Τί οὐ μέμνησαι τὴν ἀπαραίτητον ὁδὸν τοῦ χωρισμοῦ σου, ψυχή; Τί οὐχ ἑτοιμάζῃ πρὸς τὴν αὐτὴν πορείαν; Τί ἀνηλεῶς χρᾷ τῇ σῇ ἀπωλείᾳ; Τί ἐπισπᾷς ἑαυτῇ τὰς αἰωνίους τιμωρίας; Τί ποιεῖς, ὧ ψυχή, διάγουσα ὡς ἄλογον ἀσύνετον; Οἴμοι, πῶς τοῦ φωτὸς προαιροῦμαι τὸ σκότος! Πῶς τῆς ζωῆς προτιμῶ τὸν θάνατον! Πῶς τῆς σήμερον οὔσης ἡδονῆς καὶ αὔριον οὐκ οὔσης τῶν αἰωνίων καὶ ἀπορρήτων ἀγαθῶν προηγοῦμαι! Οἴμοι, πῶς τῆς ἡλιομόρφου ἐκείνης στολῆς τὴν σκοτεινὴν καὶ μέλαιναν ἀμφιέννυσθαι προαιροῦμαι! Πῶς τῆς βασιλείας προτιμῶ τὴν ζοφερὰν τοῦ ᾅδου ἐνοίκησιν! Οἴμοι τῷ ἁμαρτωλῷ, ὅτι ἐγὼ μόνος ἐν γνώσει ἑκὼν τραυματίζομαι!
Ἐλθὲ εἰς σεαυτήν, ψυχή. Φοβήθητι τὸν Θεόν. Θεράπευσον αὐτὸν ἐν πάσαις ταῖς ἀρεταῖς, ἵνα μὴ δέξῃ ἐκ τῆς χειρὸς αὐτοῦ διπλᾶς τὰς τιμωρίας. Πόθησόν σου τὸν Θεόν, καὶ πορεύου εἰς τὴν ὁδὸν αὐτοῦ εὐγενῶς.
Σύνες, ὦ ψυχή, ὅτι ὁ αἰὼν οὗτος σκάμματι ἔοικε, καὶ ὁ Δράκων ὁ ἰσχυρὸς πάντως ἀγωνίζεται νικῆσαι. Ὑπό τινων μὲν νικᾶται καὶ καταπατεῖται, τινὰς δὲ αὐτὸς νικᾷ καὶ καταπατεῖ. Ὑπό τινων καταβάλλεται καὶ μυκτηρίζεται, τινὰς δὲ αὐτὸς καταβάλλει καὶ μυκτηρίζει. Οἱ μὲν διὰ τῆς πλάνης αὐτοῦ ἡττῶνται, οἱ δὲ διὰ τῆς πάλης αὐτοῦ στεφανοῦνται· οἱ μὲν διὰ τῆς πικρότητος αὐτοῦ, τῆς τερπνότητος τῆς αἰωνίου ζωῆς ἐπιτυγχάνουσιν, οἱ δὲ διὰ τῆς γλυκύτητος αὐτοῦ, τὴν πικρότητα τῆς αἰωνίου κολάσεως εὑρίσκουσιν· οἱ μὲν διὰ τῆς εἰς ἄκρον ἀκτημοσύνης εὐχερῶς αὐτοῦ περιγίνονται, τῶν δὲ διὰ τὴν περιβολὴν τῶν γηΐνων εὐχερῶς αὐτὸς περιγίνεται. Τοῖς μὲν ποθοῦσι τὸν Θεὸν ἐξ ὅλης ψυχῆς, ὁ πόλεμος αὐτοῦ ὡς οὐδέν ἐστι, τοῖς δὲ ποθοῦσι τὸν κόσμον, ὁ πόλεμος αὐτοῦ δυσχερὴς καὶ ἀβάστακτος.
Σύνες, ψυχὴ ἀθλία, ὅτι ἡ χαρὰ τοῦ αἰῶνος τούτου καὶ ἡ τρυφὴ καὶ ἡ ἄνεσις ἀνάμεστοι λύπης καὶ πικρότητός εἰσιν· αἱ δὲ θλίψεις καὶ ἡ νηστεία καὶ ἡ κακοπάθεια χαρὰν ἀνεκλάλητον καὶ ζωὴν αἰώνιον προξενοῦσιν.
Ἐπίστρεψον, ὦ ψυχή. Ἀγώνισαι ἐν ἡσύχῳ, ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα τοῦ θανάτου καὶ χωρισμοῦ, μὴ εὕρῃ σε ἀνέτοιμον. Ἐννόησον, ὦ ψυχή μου, εἰς τὴν σὴν κλῆσιν καὶ εἰς τὸ σὸν πολίτευμα, πῶς πορεύῃ. Ἕνεκεν τίνος, καὶ ἕως πότε σὺ λυπῇ καὶ στενάζεις, ὦ ψυχὴ ἐλευθέρα! Οἱ πάντες εἰς τέλος ἦλθον τῶν γηΐνων, καὶ εἰς τὴν σὴν ἀμεριμνίαν τέλος φθάσει. Κατανύγηθι καὶ πρόσπεσον. Ἱλέωσαι τὸν πανοικτίρμονα Θεόν, ὅπως σε λυτρώσῃ πάντων τῶν ἐνόντων σοι λυπηρῶν. Διὰ πρεσβειῶν πάντων τῶν Ἁγίων τῶν ἀπ’ αἰῶνος αὐτῷ εὐαρεστησάντων· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα καὶ τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πένθος τῇ Τετάρτῃ ἑσπέρας
Πένθος τῇ Τετάρτῃ ἑσπέρας
Ὁ πόνος λέγειν πρὸς Θεὸν ἀναγκάζει με, ἡ δὲ ἐμὴ ἀναξιότης σιωπᾶν ἐπιτρέπει μοι. Αἱ ὀδύναι φθέγξασθαί με βιάζονται, αἱ δὲ ἁμαρτίαι μου σιγὴν ἔχειν κατεπείγουσιν. Ἡ ψυχή μου ἀλγεῖ καὶ οἱ ὀφθαλμοί μου ἐπιθυμοῦσι δακρύων. Ἥμαρτες, ψυχή, μετανόει. Ἰδοὺ γὰρ αἱ ἡμέραι ἡμῶν παράγουσιν ὡς σκιά. Φοβεροὺς καὶ φρικώδεις τόπους μέλλεις διέρχεσθαι, ψυχή μου, μετ’ οὐ πολύ. Μὴ ὑπέρθου ἡμέραν ἐξ ἡμέρας ἐπιστρέφειν πρὸς Κύριον.
Κατανύγηθι, ψυχή μου, κατανύγηθι ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς, οἷς εἴληφας παρὰ Θεοῦ καὶ οὐκ ἐφύλαξας. Κατανύγηθι ἐπὶ πᾶσιν, οἷς ἔπραξας, καὶ ὁ Θεὸς ἐμακροθύμησεν ἐπὶ σοί, ἵνα μὴ τῷ ἐξωτέρῳ σκότει παραδοθῇς ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ.
Οἴμοι τῷ ἁμαρτωλῷ, ὅτι ἐρρύπωσα καὶ ἀεὶ ῥυπῶ τὸ καθαρὸν τῆς καρδίας μου δι’ ἐμὴν χαυνότητα! Ἡ ἀμέλειά μου καὶ ἡ ὀκνηρία μου τὴν παρρησίαν τῆς καρδίας μου κατῄσχυνε, καὶ ἡ πονηρὰ ἐπιθυμία, ὡς δεσπότης δούλῳ, ἐπιτάσσει μοι, κἀγὼ εὐθὺς ὡς νήπιος μετὰ φόβου οὕτως ὑπακούω. Ἀποπλανᾷ με, κἀγὼ ἥδομαι. Οἴμοι, Κύριε, ὅτι ἡ χάρις σου πάντοτε ἕλκει με εἰς τὴν ζωήν, ἐγὼ δὲ μᾶλλον τὸν θάνατον προτιμῶ. Ἰσότιμον Ἀγγέλων σπουδάζεις με γενέσθαι, ἐγὼ δὲ τῇ μοχθηρίᾳ μου ἐμαυτὸν σμικρύνω. Ἐπλήθυναν αἱ ἁμαρτίαι μου, Κύριε, καὶ ἀεὶ πληθύνονται, καὶ οὐκ ἔστι πέρας ἐν τῷ πλήθει αὐτῶν. Καὶ τίς περὶ ἐμοῦ πενθήσει, ἢ παρακαλέσει; Αὐτὸς μόνος, Σωτήρ μου, τῇ ἰδίᾳ ἀγαθότητι παρακαλούμενος, ἐπίβλεψον ἐν ἐλέει ἐπ’ ἐμὲ τὸν ἀπεγνωσμένον. Πῶς ἱκετεύσω σε, Δέσποτα, ὅτι τὸ στόμα μου ἐπλήρωσα λοιδορίας; Ἢ πῶς ὑμνήσω σε, ὅτι ἡ συνείδησίς μου ῥερύπωται; Ἢ πῶς ἀγαπήσω σε, ὅτι τοῖς πάθεσι πεπλήρωμαι; Ἢ πῶς οἰκήσει ἐν ἐμοὶ ἡ ἀλήθεια, ὅτι τῷ ψεύδει ἐμαυτὸν ἐξύβρισα; Ἢ πῶς ἐπικαλέσομαί σε, ὅτι τὰς ἐντολάς σου οὐκ ἐφύλαξα; Μετὰ γὰρ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἐγενόμην πλήκτης, συγκρούστης, ἐπὶ προχειρήσεσιν εὐτελέσι μάχιμος, ἐπὶ γείτοσι φθονερὸς καὶ σκληρός, κακαῖς ἐννοίαις ἐντρεφόμενος, ἀνελεήμων εἰς πένητας, ὀργίλος, ἀντίλογος, φιλόνεικος, ὀκνηρός, θυμώδης, ἱματίων καλλωπιστής. Ἔτι δὲ καὶ νῦν περισσοτέρως εἰμὶ ἐν ῥυπαροῖς λογισμοῖς, ἐν παροξυσμοῖς, ἐν φιλαυτίᾳ, ἐν γαστριμαργίᾳ, ἐν φιληδονίᾳ, ἐν κενοδοξίᾳ, ἐν ὑπερηφανίᾳ, ἐν κακοθελίᾳ, ἐν καταλαλιᾷ, ἐν λαθροφαγίᾳ, ἐν ἀνηκοΐᾳ, ἐν φιλονεικίᾳ, ἐν ὀνειδισμοῖς. Μηδὲν ὤν, εἶναί τι ἐμαυτὸν λογίζομαι. Ψευδόμενος ἀεί, ἐπὶ τοὺς ψεύστας ἄχθομαι. Ῥυπῶν τὸν ναὸν τοῦ Θεοῦ ἐν πορνικοῖς λογισμοῖς, κατὰ τῶν πόρνων ἀποφαίνομαι. Κρίνω τοὺς πταίοντας, αὐτὸς ὢν πλήρης πταισμάτων. Κρίνω λοιδόρους καὶ κλέπτας, αὐτὸς ὢν κλέπτης καὶ λοίδορος. Φαιδρὸς προέρχομαι, ὅλος ὢν ἀκάθαρτος. Ἐπὶ ἐκκλησίαις καὶ τραπέζαις πρῶτος θέλω ἵστασθαι, ὀφείλων ἐμπτύεσθαι. Ὁρῶ μοναχοὺς καὶ σεμνύνομαι. Ὁρῶ μοναχοὺς καὶ ἀλαζονεύομαι. Γυναιξὶ θέλω ὀφθῆναι χαρίεις, καὶ πλουσίοις εὐσεβής, καὶ ξένοις ὠφρυωμένος, καὶ οἰκείοις σύννους καὶ φρόνιμος, καὶ φρονίμοις τελειότερος, πρὸς δὲ τοὺς εὐσεβεῖς ὡς σοφώτερος· ἀφρόνων δὲ ὡς κτηνῶν καταφρονῶ. Ἐὰν ὑβρισθῶ, ἀμύνομαι· ἐὰν τιμηθῶ, βδελύττομαι. Ἐὰν κατὰ τὸ δίκαιον ἀπαιτηθῶ, δικάζομαι, καὶ τοὺς τἀληθῆ λέγοντας ὡς ἐχθροὺς λογίζομαι. Ἐλεγχόμενος ὀργίζομαι, καὶ μὴ κολακευόμενος ἀηδίζομαι. Οὐ θέλω τιμῆσαι τὸν ἄξιον, καὶ ἀνάξιος ὢν τιμὰς ἀπαιτῶ. Οὐ θέλω καμεῖν, καὶ ἐὰν μή τις λειτουργῇ μοι, ὀργίζομαι αὐτῷ. Οὐ θέλω συνελθεῖν τοῖς ἐργαζομένοις, καὶ ἐὰν μή τις ὑπηρετῇ μοι, κακολογῶ αὐτὸν ὡς ὑπερήφανον. Ἐν ἀνάγκαις τὸν ἀδελφὸν ἀγνοῶ· εἰ δὲ ὑγιαίνει, προτρέπομαι αὐτῷ. Ἀσθενοῦντα μισῶ, καὶ ἀσθενῶν ἐγὼ φιλεῖσθαι θέλω. Μειζόνων περιφρονῶ, καὶ ἐλαττόνων ὑπερορῶ. Ἐὰν κρατήσω ἐμαυτὸν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἀλόγου, κενοδοξῶ. Ἐὰν κατορθώσω ἀγρυπνίαν, τῇ ἀνυποταξίᾳ καὶ τῇ ἀντιλογίᾳ παγιδεύομαι. Ἐὰν ἐγκρατεύσω ἐμαυτὸν ἀπὸ βρωμάτων, τῷ τύφῳ καὶ τῇ ἀλαζονείᾳ καταποντίζομαι. Ἐὰν τῇ προσευχῇ προσκαρτερήσω, τῷ θυμῷ καὶ τῇ ὀργῇ ἡττῶμαι. Ἐὰν εἰς ἀρετὴν τινὰ ἴδω, οὐχ ἱζάνομαι. Πάντα τὰ ἡδέα τοῦ κόσμου ὑπερεῖδον, καὶ τῆς ματαίας ἐπιθυμίας αὐτῶν οὐκ ἀφίσταμαι. Ἐὰν ἴδω θηλείας, φαιδρύνομαι. Ἔξωθεν ταπεινοφρονῶ, καὶ τῇ ψυχῇ ὑψηλοφρονῶ. Τῷ δοκεῖν εἰμι ὡς ἀκτήμων, καὶ τῇ διανοίᾳ πολυκτημοσύνην νοσῶ. Καὶ τί δεῖ τὸν καιρὸν ἀναλίσκειν; Τῷ δοκεῖν γὰρ ἅπαντα ἀπεταξάμην, καὶ τῇ ἀληθείᾳ τὰ τοῦ κόσμου πάλιν φρονῶ. Ἐῶ λέγειν τὰς εἰς ἐκκλησίαν βαναύσους ὁδούς, τὰς ἐξεπίτηδες βραδυτῆτας, τὰς ἐν ταῖς συνάξεσι φλυαρίας, τὰς ἐφευρέσεις τῶν λογισμῶν, τὰς ματαίας μνήμας, τὰς ἐν τῇ τραπέζῃ εὐφημίας, τὰς ἀπληστίας τῶν δοσοληψιῶν, τὰς κοινωνίας τῶν ἀλλοτρίων σφαλμάτων, τὰς ὀλεθρίους φιλονεικίας.
Οὗτός μου ἐστὶν ὁ βίος. Τοσούτοις κακοῖς ἀνταγωνίζομαι τῇ ἐμῇ σωτηρίᾳ, καὶ ἡ ἀλαζονεία μου καὶ ἡ κενοδοξία μου οὐ συγχωρεῖ μοι κατανοῆσαι τὰ τραύματά μου, ἵνα ἰαθῶ. Ταῦτά μου εἰσὶ τὰ ἀριστεύματα. Εἰς τοσοῦτον ὄχλον ἁμαρτιῶν ὁ Ἐχθρός με παρατάσσεται, καὶ ἐν τούτοις ὁ τάλας ἐξεταζόμενος, ἁγιότητος ἐπισπῶμαι δόξαν. Ἐν ἁμαρτίαις διατρίβων, ὡς δίκαιος θέλω νομίζεσθαι. Μίαν ταύτην ἐπὶ τούτοις πᾶσιν ἔχω ἀπολογίαν, ὅτι ὁ Διάβολός μοι ταῦτα ὑπέθετο· ἀλλ’ οὐδὲ τῷ Ἀδὰμ ὠφέλησεν ἀπολογουμένῳ τοῦτο. Πείθομαι ὅτι ἐκεῖνος ὑπέβαλε τὸν Κάϊν· ἀλλ’ οὐδὲ αὐτὸς ἐξέφυγε τὴν ἀπόφασιν. Καὶ τί ποιήσω, ἐὰν ἐπισκέψηταί με ὁ Κύριος; Οὐκ ἔστιν οὐδεμία ἀπολογία ὑπὲρ τῆς ἐμῆς ἀμελείας. Δειλιῶ μὴ τύχω κἀγὼ ἐξ ὧν εἶπεν ὁ Παῦλος εἶναι σκεύη ὀργῆς, οὓς ἔχει ὁμοίους ὁ Διάβολος τῆς ἐκείνου μερίδος· οὓς διὰ τὴν καταφρόνησιν αὐτῶν εἰς πάθη ἀτιμίας παρέδωκεν ὁ Θεός. Δέος οὖν μὴ τοιαύτην ἀπόφασιν καὶ εἰς ἐμὲ ἐξενέγκῃ.
Κύριε, ἐμοὶ τῷ ἁμαρτωλῷ ἔθου μετάνοιαν. Ἐμὲ τὸν ἀνάξιον σῶσαι βουλόμενος, ζώωσον, Ζωοδότα, τὴν νεκρωθεῖσαν ψυχήν μου ταῖς ἁμαρτίαις. Ἀπόπλυνον τὴν λιθώδη πώρωσιν τῆς ἀθλίας μου καρδίας, καὶ δώρησαί μοι πηγὴν κατανύξεως, ὁ ἐκ τῆς ζωηρρύτου σου πλευρᾶς βλύσας ἡμῖν τὴν ζωήν.
Τίς οὐ μὴ στενάξει; Τίς οὐ μὴ πενθήσει τὴν ἐμὴν ἀποταγήν; Οὔπω ἀληθῶς ἀπεταξάμην, καὶ τῷ τύφῳ κεκράτημαι· οὔπω ἐγευσάμην τῆς ἀσκήσεως, καὶ τῇ κενοδοξίᾳ πεπέδημαι· οὔπω τὰ πρόθυρα εἶδον, καὶ τὰ ἔνδον φαντάζομαι· οὔπω εἰς παιδείαν ἀρετῆς ἐδοκιμάσθην, καὶ ἤδη ἐπιπλήττω τὸν ἀδελφόν· οὔπω εἰς ἐπίγνωσιν τῆς ἀληθείας κατήντησα, καὶ ἄλλους ἐξ ὑπερηφανίας διδάσκω.
Πάντα σοι δέδωκεν ὁ πανάγαθος Θεός, ὧ ψυχή· γνῶσιν, σύνεσιν, διάκρισιν. Γνώριζε τὸ συμφέρον. Πῶς σὺ φῶτα νομίζεις παρέχειν τῷ πλησίον, σκοτεινὴ οὖσα; Γενοῦ σεαυτῆς ἰατρός, ψυχή· εἰ δὲ μή, θρήνησον τὴν σὴν τύφλωσιν. Οὐδεμίαν ἔχεις πρόφασιν περὶ σῶν ἀμελειῶν. Νῆψον, γρηγόρησον, ψυχή, στέναξον, δάκρυσον καὶ ἀπόνιψον διὰ νηστείας τὸν βαρὺν φόρτον τῶν ἁμαρτιῶν σου.
Ὁ Θεὸς ὁ ὕψιστος, ὁ μόνος ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου, δώρησαί μοι τῷ ἁμαρτωλῷ ἐν τῇ ὥρᾳ ἐκείνῃ τῆς φρικτῆς σου παρουσίας τοὺς πολλούς σου οἰκτιρμούς, ὅπως μὴ ἐκεῖ εὑρεθῶ ἔμπροσθεν τοῦ φοβεροῦ βήματός σου ὄνειδος καὶ αἰσχύνη μεγάλη τοῖς θεαταῖς Ἀγγέλοις, Ἀρχαγγέλοις, Προφήταις, Ἀποστόλοις, Πατριάρχαις, Μάρτυσιν, Ἀσκηταῖς, καὶ πᾶσι τοῖς Δικαίοις. Ἀλλ’ ἐνταῦθα, Σωτήρ μου, παίδευσόν με, ἔνθα τὴν ἡδονὴν τῆς ἁμαρτίας ἀπήλαυσα, ὡς πατὴρ εὔσπλαγχνος καὶ φιλότεκνος, καὶ ἐκεῖ συγχώρησόν μοι ὡς Θεὸς οὐράνιος, ὁ μόνος ἀναμάρτητος. Πᾶσαν ἁμαρτίαν ὁ τάλας διεπραξάμην. Πάντας ὑπερέβην τῇ ἀσωτίᾳ. Ὑπόδικός εἰμι τῇ κολάσει, καὶ ἐὰν ὁρμήσω μετανοῆσαι, οὐκ ἔχω δάκρυον.
Οἴμοι, ποίοις ὀφθαλμοῖς θεάσομαι ὁ ἁμαρτωλὸς καὶ ῥᾴθυμος τὸ φρικτὸν βῆμα ἐκεῖνο, ἐν ᾧ, Κύριε, καθίσας, τὰ πεπραγμένα μοι ἐλέγξεις! Οἶδά σε κριτὴν φοβερὸν ἐν δόξῃ Θεότητος ἐλευσόμενον, πάντα τὰ κρύφια ἐλέγχειν μέλλοντα. Πάντα τὸν βίον μου ὁ ἄθλιος ἀσώτως ἠνάλωσα, διὰ παντὸς τῷ βορβόρῳ τῶν ἡδονῶν ἐγκυλιόμενος. Πάντα τὰ κρύφιά μου πταίσματα καὶ τὰ νέφη τῶν ἁμαρτιῶν μου σὺ γινώσκεις μόνος ὁ Κτίστης μου. Οὐδεὶς οὕτως, ὡς ἐγώ, καταγώγιον ὤφθη τῆς ἁμαρτίας. Οὐδεὶς οὕτως, ὡς ἐγώ, παρώργισε τὴν σὴν ἀγαθότητα, Δέσποτα, ταῖς ὁρμαῖς τῆς κακίας ἐπακολουθήσας. Ἀλλ’ ὡς ὑπάρχεις ἀγαθότητος πέλαγος, ἀποξήρανον τὰ πονηρὰ πελάγη τῶν ἐμῶν ἁμαρτιῶν· καὶ ὡς ὑπάρχεις τοῦ ἐλέους ἄβυσσος, κατάφλεξον τὴν ἄβυσσον τῶν ἐμῶν ἁμαρτιῶν, καὶ μὴ ἀποδώσεις μοι ἄξια ὧν ἔπραξα. Μὴ καταδικάσεις με ἐν τῇ φλογὶ τῆς γεέννης, ὅτι ἀνυπόστατος ἡ ὀργή σου ἐπὶ τοὺς ἁμαρτωλοὺς ἡμᾶς, Κύριε. Τίς λοιπὸν ὑποστήσεται τὴν αὑτῆς ἀπειλήν; Τὸ πῦρ γὰρ οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ ἡμῶν οὐ τελευτήσει.
Φοβοῦ τὴν ἐν σοὶ ἀπειλήν, ὦ ψυχή. Ἀπόθου τὸν βαρὺν ὕπνον τῆς ἀμελείας καὶ τὸν νυσταγμὸν τῆς δεινῆς ῥᾳθυμίας. Ἐγγύς ἐστι τὸ τέλος. Ἐπὶ θύραις ἡ κρίσις. Τί ἄρα συναντήσει ἡμᾶς μετὰ τὸ χωρισθῆναι, ψυχή;
Συνέλθετέ μοι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα ἀγωνισάμενοι· καὶ ἢ ὡς νεκρὸν πενθήσατε, ἢ ὡς ζῶντα καὶ ἡμιθανῆ οἰκτειρήσατε· ἐπεὶ ἐγὼ πλήρης εἰμὶ αἰσχύνης, καὶ οὐκ ἔχω παρρησίαν διὰ τὰς ἐν γνώσει γενομένας μοι ἁμαρτίας. Ἐκχέατε ἐπ’ ἐμὲ τὸ ἔλεος ὑμῶν, ὡς εἰς αἰχμάλωτον, καὶ ὡς εἰς τραυματίαν σεσηπότα. Ἐλεήσατέ με ὡς μύσται τοῦ ἐλεήμονος Θεοῦ, τοῦ Σωτῆρος ἡμῶν, καὶ δεήθητε αὐτοῦ, ἵνα δωρεὰν ἐπιστρέψῃ με, ἵνα μὴ ἀνάξιος εὑρεθῶ ἐν τῇ ὥρᾳ τῆς αὑτοῦ παρουσίας, καὶ ὅπως μὴ ἀκούσω τὴν φοβερὰν ἐκείνην ἀπόφασιν· ὕπαγε ἀπ’ ἐμοῦ, ἐργάτα τῆς ἀδικίας· λέγω σοι, οὐκ οἶδά σε.
Παρακαλῶ οὖν σε τὸ φῶς τὸ ἀληθινόν, γέννημα τοῦ εὐλογημένου σου Πατρός, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὁ καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης αὐτοῦ, ἀκατάληπτε Υἱὲ τοῦ Θεοῦ, ἀνεξερεύνητε Χριστέ, καύχημα καὶ χαρὰ τοῖς ποθοῦσί σε, ἀγαλλίαμα καὶ εὐφροσύνη τοῖς ἀγαπῶσί σε, ἡ ζωή μου, τὸ φῶς μου, Χριστέ μου, μὴ ὑπερίδῃς με τὸν ἐξουθενημένον, μὴ ἀπορρίψῃς με τὸν ἐβδελυγμένον, μὴ ἐγκαταλίπῃς με τὸν κατακεκριμένον, ὅτι σφόδρα τέρπεται ὁ Ἐχθρός μου, ὅταν ἐμαυτὸν ἀπογινώσκω διὰ τὴν ἐπικειμένην μοι τῆς κακίας ἀχλύν. Ἐν τούτῳ μόνον χαίρεται, ὅταν δι’ ἀπογνώσεως ἴδῃ με αἰχμάλωτον· ἀλλ’ αὐτὸς τῇ εὐσπλαγχνίᾳ σου καταίσχυνον αὐτοῦ τὴν ἐλπίδα, καὶ ἔκσπασόν με τῶν ὀδόντων αὐτοῦ, καὶ τῆς κακοτέχνου γνώμης αὐτοῦ, καὶ ὅλης αὐτοῦ τῆς κατ’ ἐμοῦ κινουμένης ἐνεργείας, ὅτι ἐν πολλοῖς παρετάξατό με. Δώρησαί μοι, Κύριε, φωτισμὸν τοῦ γνῶναι τὰς μεθοδείας τοῦ ἀντικειμένου καὶ μισοκάλου, ὅτι ἀναρίθμητα βάλλει ἔμπροσθέν μου ὀλισθήματα· σκάνδαλα, βλάβην, πολυκτημοσύνην, μετεωρισμὸν τοῦ αἰῶνος τούτου, ἡδονὴν σαρκικήν, καὶ πολυχρόνιον τὴν παροῦσαν ζωήν· δειλίαν εἰς τὴν ἄσκησιν, καὶ ὀκνηρίαν εἰς τὰς εὐχάς, καὶ εἰς τὴν ψαλμῳδίαν ὕπνον καὶ ἀνάπαυσιν σωματικήν. Ὅσον ἐκεῖνος σπουδάζει ἐπὶ τὴν ἐμὴν ἀπώλειαν, τοσοῦτον ἐγὼ ὁ ἄθλιος ῥᾳθυμῶ καὶ ἀμελῶ· καὶ ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτον ἐγὼ καταφρονῶ.
Πρόσεχε, ψυχή· συνειδήσεως ἐπιμελοῦ. Μὴ πρόσεχε ἑτέρων πταίσματα, ἀλλὰ μᾶλλον τὰ ἐν σοί. Μὴ πρόσεχε τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ καὶ πλησίον, ἀλλ’ εἰς τὴν σὴν δοκὸν κατανόει συνεχῶς. Σπεῦσον, πρόφθασον, διαλλάγηθι Χριστῷ τῷ διὰ σὲ σταυρωθέντι σαρκί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, ὅπου ἡ μεγάλη καὶ ἄπαυστος κατάκρισις. Οἴκτειρόν με, Κύριε, διὰ τὴν εὐσπλαγχνίαν σου, καὶ σῶσόν με διὰ μόνην τὴν σὴν ἀγαθότητα, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πένθος τῇ Τρίτῃ ἑσπέρας
Πένθος τῇ Τρίτῃ ἑσπέρας
Οἴμοι, ἐν ποίᾳ καταγνώσει ἕστηκα, ἐν ποίᾳ αἰσχύνῃ κατάκειμαι! Οὐκ ἔστι τὸ κρυπτόμενόν μου ὡς τὸ φαινόμενον. Περὶ ἀπαθείας διαλεγομένῳ, ἡ τῶν αἰσχρῶν παθῶν μελέτη ἐν ἐμοὶ ὑπάρχει ἡμέρας καὶ νυκτός. Περὶ ἁγνείας προϊέμενος, λόγους περὶ ἀσελγείας διενθυμοῦμαι. Οἴμοι, οἵα ἐξέτασίς μοι ἀπόκειται! Ἀληθῶς σχῆμα εὐσεβείας περίκειμαι, καὶ οὐ τὴν δύναμιν. Ἐν ποίῳ προσώπῳ προσέρχομαι Κυρίῳ τῷ Θεῷ τῷ γινώσκοντι τὰ κρυπτὰ τῆς καρδίας μου; Τοσούτοις κακοῖς ὑπεύθυνος ὑπάρχων, δειλιῶ ἱστάμενος ἐν προσευχῇ, μὴ καταβῇ πῦρ ἐξ οὐρανοῦ καὶ ἐκφλέξῃ με, ὥσπερ ποτὲ τοὺς προσενεγκόντας ἐν ἐρήμῳ πῦρ ἀλλότριον, ἐξελθὸν πῦρ παρὰ Κυρίου κατέκαυσεν αὐτούς.
Τί οὖν ἐγὼ προσδοκήσω, πολὺ ἄπειρον βάρος ἁμαρτιῶν περικείμενος; Πεπώρωταί μου ἡ καρδία, ἠλλοίωταί μου ὁ εὐσεβὴς λογισμός, ἐσκοτίσθη μου ἡ διάνοια. Ἀεὶ ἐπιστρέφω ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Οὐκ ἔστι μοι παρρησία πρὸς τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς· οὐκ ἔστι μοι ἡ διάνοια καθαρά· οὐκ ἔστι μοι δάκρυον ἐν προσευχῇ. Κἂν στενάξω, ψύγω μου τὸ πρόσωπον τὸ ἐν αἰσχύνῃ γεγονός. Κρούσω μου τὸ στῆθος, τὸ τῶν παθῶν οἰκητήριον, τὸ τῶν πονηρῶν λογισμῶν ἐργαστήριον. Δόξα σοι, μόνε μακρόθυμε, δόξα σοι, μόνε ἀγαθέ, δόξα σοι, εὐεργέτα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Μεγάλοι σου οἱ οἰκτιρμοὶ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἡμᾶς, Κύριε. Μή με ἀπορίψῃς μετὰ τῶν λεγόντων σοι, Κύριε, Κύριε, καὶ μὴ ποιούντων τὸ θέλημά σου· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου· πρεσβείαις πάντων τῶν εὐαρεστησάντων ἐνώπιόν σου. Σὺ γὰρ γινώσκεις, Κύριε, τὰ ἐν ἐμοὶ κεκρυμμένα πάθη· σὺ ἐπίστασαι τὰ τραύματα τῆς ψυχῆς μου. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι. Εἰ μὴ γὰρ σύ, Κύριε, οἰκοδομήσῃς οἶκον ψυχῆς, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Παρασκευάζομαι γὰρ πρὸς ἀντίστασιν τῶν παθῶν, ἐν τῷ συμβάλλειν πρὸς αὐτά, καὶ ἡ κακοτεχνία τοῦ Δράκοντος ἐκλύει μου τὸν τόνον τῆς ψυχῆς διὰ τῆς ἡδονῆς· καὶ μὴ ὄντος τινὸς τοῦ βιάζοντος, ὥσπερ αἰχμάλωτος αἴρομαι ὑπ’ αὐτῶν. Προθυμοῦμαι ἀποσπᾶσαι τὸν κατακαιόμενον, καὶ ἡ ὀσμὴ τοῦ πυρός, ἔτι νεάζοντός μου, ἐφέλκει με πρὸς τὸ πῦρ. Πάλιν ὁρμῶ τοῦ σῶσαι τὸν καταποντιζόμενον, καὶ ἀπὸ ἀπειρίας σὺν αὐτῷ καταποντίζομαι. Ἐπιπλήττω τὸν κάμνοντα, τυφλὸς ὢν αὐτός. Ἰατρὸς θέλω γενέσθαι ὁ ἄθλιος τῶν παθῶν, αὐτὸς ἐγὼ ὑπ’ αὐτῶν αἰχμαλωτιζόμενος.
Φώτισον, Κύριε, τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, ὅπως ἐπιγνώσομαι τὰ πλήθη τῶν παθῶν μου. Ἡ χάρις σου ἐπισκιάσῃ ἐπ’ ἐμέ, Δέσποτα, καὶ φωτίσῃ μου τὴν ἐσκοτισμένην διάνοιαν, καὶ ἐπὶ τῇ ἀγνωσίᾳ μου γνῶσιν θείαν ἐνοικήσῃ μοι· ὅτι οὐκ ἀδυνατήσει παρὰ σοὶ πᾶν ῥῆμα. Αὐτός, Κύριε, τὴν ἄβατον θάλασσαν εὐδιάβατον παρέσχες τῷ λαῷ σου ποτέ. Αὐτὸς ἐκ πέτρας ἀκροτόμου ὕδωρ αὐτοῖς παρέσχες τῷ λαῷ σου διψῶσιν. Αὐτὸς μόνος τὸν ἐμπεσόντα εἰς τοὺς λῃστὰς τῇ ἀγαθότητί σου διέσωσας. Σπλαγχνίσθητι ἐπ’ ἐμοί, Κύριε, διὰ τὴν πολλήν σου ἀγαθότητα, τῷ περιπεσόντι εἰς τοὺς λῃστὰς καὶ δεθέντι ὡς δεσμίῳ ὑπὸ κακοφροσύνης. Οὐδεὶς ὁ δυνάμενος ἰάσασθαί μου τὸ ἄλγος τῆς ψυχῆς, εἰ μὴ σύ, Κύριε, ὁ ἐπιστάμενος τὰ βάθη τῆς καρδίας μου. Ὁσάκις ἐθέμην ὁ τάλας ἐν ἐμαυτῷ ὅρους, καὶ τείχη ἀνῳκοδόμησα μεταξὺ ἐμοῦ καὶ τῆς ἀνόμου ἁμαρτίας, καὶ τῶν ἐναντίων ἐξεναντίας βαλόντων εἰς πόλεμον, ἡ διάνοια τοὺς ὅρους παρέβη, καὶ τὰ τείχη κατεσκάφη, διὰ τὸ τοὺς ὅρους μὴ ἔχειν ἀσφάλειαν φόβῳ τοῦ κρείττονος, καὶ διὰ τὸ μὴ τὰ τείχη θεμελιοῦσθαι ἐπὶ εἰλικρινοῦς μετανοίας.
Τίς οὐ μὴ κλαύσῃ ἐπ’ ἐμοί, ὅτι διὰ μικρὰν ἡδονὴν τοῦ ἀτελευτήτου πυρὸς κατεφρόνησα, καὶ τῆς αἰωνίου βασιλείας οὐκ ἀντεποιησάμην; Ἐδούλωσα τοῖς πάθεσιν ὁ ἄθλιος τὸ τῆς ψυχῆς μου ἀξίωμα. Κτηνώδης ἐγενόμην, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς τὸν εὔσπλαγχνον Κύριον. Ἐκοσμήθην ποτὲ πλουτοποιοῖς χαρίσμασι, νῦν δὲ τὴν πενίαν τῶν παθῶν ἠγάπησα. Ξένος ἐγενόμην τῶν ἀρετῶν, εἰς χώραν κακίας ἀποδημήσας μακράν. Ἡμίθνητός εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον. Κλαύσατέ με, ὅσιοι καὶ δίκαιοι, τὸν ἐν πάθεσι καὶ ἁμαρτίαις συλληφθέντα· κλαύσατέ με οἱ τῆς ἐγκρατείας ἐργάται τὸν γαστρίμαργον καὶ φιλήδονον· κλαύσατέ με οἱ ἐλεηθέντες καὶ ἐπιγνώμονες, τὸν ἐλεηθέντα καὶ παραπικράναντα· κλαύσατέ με οἱ ἀγαπήσαντες τὰ ἀγαθὰ καὶ μισήσαντες τὰ πονηρά, τὸν ἀγαπήσαντα τὰ πονηρὰ καὶ μισήσαντα τὰ ἀγαθά· κλαύσατέ με οἱ βίον ἐνάρετον κεκτημένοι, τὸν ἐν σχήματι ἐνάρετον, τοῖς δὲ ἔργοις ἐμπαθῆ καὶ ἀδιάφορον· κλαύσατέ με οἱ Θεῷ εὐάρεστοι τὸν ἀνθρωπάρεσκον· κλαύσατέ με οἱ τὴν τελείαν ἀγάπην πρὸς τὸν Θεὸν καὶ εἰς τὸν πλησίον ἔχοντες, τὸν λόγοις μὲν ἀγαπῶντα, ἔργοις δὲ πόρρω ἀπέχοντα· κλαύσατέ με οἱ τὴν ὑπομονὴν κεκτημένοι καὶ καρποφοροῦντες, τὸν ἀνυπομόνητον καὶ ἄκαρπον· κλαύσατέ με οἱ ἀνεπαισχύντως τῷ Θεῷ προσευχόμενοι, τὸν αἰσχυνόμενον ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ· κλαύσατέ με οἱ τὴν πρᾳότητα κεκτημένοι, τὸν ταύτης ἀλλότριον· κλαύσατέ με οἱ ἐλεήμονες τὸν ἀνελεήμονα· κλαύσατέ με οἱ ταπεινόφρονες, τὸν ὑψηλόφρονα καὶ ὑπερήφανον· κλαύσατέ με οἱ τὴν ἀκτημοσύνην τῶν Ἀποστόλων κτησάμενοι, τὸν ὑλομανοῦντα καὶ φορτιζόμενον· κλαύσατέ με οἱ πιστοὶ καὶ ἑδραῖοι τῇ καρδίᾳ πρὸς τὸν Κύριον, τὸν δίψυχον καὶ σαθρὸν καὶ ἀδόκιμον· κλαύσατέ με οἱ τὸ πένθος ἀγαπήσαντες καὶ τὸν γέλωτα μισήσαντες, τὸν ἀγαπήσαντα τὸν γέλωτα καὶ μισήσαντα τὸ πένθος· κλαύσατέ με οἱ ἔχοντες ἐν νῷ τὴν μετὰ θάνατον κρίσιν, τὸν ὁμολογοῦντα μεμνῆσθαι, καὶ τὰ ἐναντία πράττοντα· κλαύσατέ με οἱ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν, τὸν γεέννης τοῦ πυρὸς ἄξιον.
Δεήθητε, Ἅγιοι τοῦ Θεοῦ, ὑπὲρ ψυχῆς κλυδωνιζομένης· ἐν οἷς δύνασθε, Ἅγιοι τοῦ Θεοῦ, βοηθήσατε. Οἶδα γὰρ ὅτι ἐὰν δεηθῆτε τοῦ φιλανθρώπου Θεοῦ, πάντα συγχωρηθήσεται ἡμῖν τῷ πελάγει τῆς αὑτοῦ χρηστότητος. Καὶ ὥσπερ ὁ Θεὸς ἐστὶ φιλάνθρωπος, οὕτω καὶ ὑμεῖς μὴ ὑπερίδητε ἀξιούμενοι τὴν δέησιν ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅτι οὐκ ἔχω παρρησίαν διὰ τὰ πολλά μου ἁμαρτήματα. Ἔργον ὑμῖν ἐστίν, Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύειν ὑπὲρ ἁμαρτωλῶν, Θεοῦ δὲ ἔργον ἐστὶ τοὺς ἀπεγνω
σμένους ἐλεεῖν. Δεήθητε, Ἅγιοι τοῦ Θεοῦ, τοῦ βασιλέως περὶ αἰχμαλώτου· δεήθητε τοῦ ποιμένος περὶ τοῦ προβάτου· δεήθητε τῆς ζωῆς περὶ τοῦ νεκροῦ· ὅπως ἀποστείλῃ αὐτοῦ τὴν χάριν, καὶ στηρίξῃ τὸ εὐόλισθον τῆς ταπεινῆς μου ψυχῆς.
Προσπίπτω τοῖς οἰκτιρμοῖς τῆς σῆς ἀγαθότητος, Δέσποτα τῶν ἁπάντων. Δέξαι παράκλησιν ἁμαρτωλοῦ· γλύκανον ψυχὴν πικρανθεῖσαν ὑπὸ τῆς ἁμαρτίας· μετάδος διψῶντι ἐκ τῆς πηγῆς τῆς ζωῆς, καὶ ὁδήγησόν με ἐν τῇ ὁδῷ αὐτῆς· εἰσάγαγέ με εἰς τὴν βασιλικὴν πύλην, ὡς Δεσπότης τὸν ἴδιον δοῦλον, ὅπως ἐλευθερωθῶ τῆς δουλείας τῶν ἀτίμων παθῶν, ὅτι συνέχεταί μου ἡ καρδία ὡς ἐν ἁλύσει σιδηρᾷ. Προφθασάτωσάν με οἱ οἰκτιρμοί σου, Κύριε, διὰ τῆς παρακλήσεως τῶν Ἁγίων σου, πρὶν ἑλκυσθῶ ἅμα τοῖς ἐργαζομένοις τὴν ἀνομίαν. Ἐκεῖ ἀποκαλυφθήσονται τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φανερῷ πεπραγμένα μοι.
Οἴμοι, ποία αἰσχύνη με καταλήψεται, ὅταν ἴδωσί με καταδικασθέντα οἱ δοκοῦντες με νῦν ἄμεμπτον εἶναι! Τὴν πνευματικὴν ἐργασίαν καταλιπὼν ὁ ἄθλιος, τοῖς πάθεσιν ὑπετάγην!
Οἴμοι, ψυχή! Τί ἀμαυροῦται τῷ ζόφῳ τῶν παθῶν μου ὁ ἥλιος! Τί ἐνδαπανᾶται ἡ ζωὴ τῷ θανάτῳ! Τί οὐκ ἀφανίζεται τῇ παρουσίᾳ τῆς ἀκτῖνος ὁ ζόφος! Τί τὴν φθορὰν τῆς ἀφθαρσίας προκρίνομεν! Τί πρὸς γῆν τοῖς πάθεσι, ψυχή, συμφερόμεθα! Τὸ θεότευκτον ἄμφιον ἠχρειώσαμεν, καὶ ἀνάξιον τοῦ βασιλικοῦ γάμου ἐποιήσαμεν. Ἑκουσίως ταῖς ἁμαρτίαις ἐπράθημεν. Τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουλώθημεν.
Τί ἐρεῖς τῷ Κριτῇ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ; Ἐπείνασα διὰ σέ, ἢ ἐδίψησα, ἢ ἐγυμνήτευσα, ἢ ἐταπεινώθην; Ἢ ἠγάπησά σε ὅλῃ μου τῇ ψυχῇ; Παρρησίᾳ διηνεκῶς βοᾷ ὁ Διδάσκαλος. Δέξαι ὁ ἐν ἐξουσίᾳ τὸν χαλινόν, ὁ ἐν δουλείᾳ τὴν ἰσοτιμίαν, ὁ πένης τὸν ἄσυλον πλοῦτον. Τί μὴ τὴν ἐλευθερίαν, ἀλλὰ τὴν στενοχωρίαν; Τί καιρὸν ἀναμένεις, ἀλλ’ οὐ λογισμόν; Τί φίλον ἐπίβουλον, ἀλλ’ οὐ πόθον σωτήριον; Τί μὴ βοηθοῦμεν τῇ φύσει καιρὸν ἔχοντες; Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ· ἕως οὔπω νοσεῖ τὸ σῶμα καὶ ἡ διάνοια· ἕως οὐκ ἐπ’ ἄλλοις κεῖται τὸ σὸν ἀγαθόν· ἕως δῆλόν σοι τὸ δῶρον, ἀλλ’ οὐκ ἀμφίβολον, καὶ τοῦ βάθους ἡ χάρις ἐφάπτεται· ἕως οὗ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύματα· πρόφθασον, στῆθι γενναίως κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας εἰς Θεοῦ παράταξιν· ἀρίστευσον κατὰ τοῦ Γολιάθ, μὴ λῃστὴς προλάβῃ, μὴ φονεὺς προαρπάσῃ, μή τις τῶν βιαστῶν καὶ ἁρπακτῶν τῆς βασιλείας σὲ ἀποκλείσῃ. Φοβητέον καὶ πάσῃ φυλακῇ τηρητέον, μὴ ψεῦσται τῆς ὁμολογίας ἡμῶν φαινώμεθα. Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας ἐμπεδοῖ Θεὸς μέσος παραληφθείς, πόσος ὁ κίνδυνος ὧν πρὸς αὐτὸν ἐθέμεθα θείων συνθηκῶν, τούτων παραβάτας εὑρίσκεσθαι, καὶ μὴ μόνον τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύδους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ, καὶ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεννήσεως, οὐδὲ ἀναπλάσεως, οὐδὲ εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως. Δεινὸν παρελθεῖν τὴν πανήγυριν, καὶ τηνικαῦτα τὴν πραγματείαν ζητεῖν. Δεινὸν ὑστεροβουλία, καὶ τὸ τηνικαῦτα τῆς ζημίας αἰσθάνεσθαι, ὅτι οὐκ ἔστι λύσις ζημίας μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν καὶ τὸν πικρὸν συγκλεισμὸν τῶν ἑκάστῳ βεβιωμένων.
Ὡς ὁ τελώνης στενάζω, ὡς ἡ πόρνη δακρύω, ὡς ὁ λῃστὴς ἀναβοῶ, ὡς ὁ ἄσωτος υἱὸς κραυγάζω πρὸς σέ, φιλάνθρωπε Χριστέ, Σωτὴρ τοῦ κόσμου, τὸ φῶς τὸ ἀληθινόν. Στήριξον ἐξασθενήσασαν τὴν παρειμένην ψυχήν μου τῇ μέθῃ τῶν ἡδονῶν. Θεράπευσον τὰ ἕλκη ταύτης, καὶ ἐκτροπὰς τοῦ νοός μου. Ἀπόπλυνον αὐτὴν μεμελανωμένην τῷ λύθρῳ τῆς ἁμαρτίας, τῷ σῷ τιμίῳ αἵματι. Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας. Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπίτρεψόν με, μόνε μακρόθυμε, καὶ ῥῦσαί με ἀπὸ πάσης ἐνηδόνου τρυφῆς. Μὴ εἰς τέλος καταφλέξῃ με ἡ κάμινος τῶν παθῶν, ἀλλὰ τῇ δρόσῳ τοῦ ἐλέους σου καταμάρανον αὐτήν.
Οὐαί μοι, ὅτι ἐδωρήσω μοι, Κύριε, φωτισμὸν γνώσεως, κἀγὼ αὐτὸν ἀθετῶ! Οὐαί μοι, ὅτι πάντοτε ἠσθένησα καὶ ἀσθενῶ, καὶ ἀδιαλείπτως ἐπισκέπτεταί με ἡ χάρις σου καὶ ἰᾶταί με, καὶ καθ’ ὥραν ἠθέτησα καὶ ἀθετῶ τὴν δωρεὰν τῶν ἰαμάτων αὐτῆς! Ὅσων δωρεῶν ἐμὲ τὸν ἁμαρτωλὸν ἐπλήρωσας, Δέσποτα, καὶ ἀεὶ δωρῇ, ἐγὼ δὲ ὁ τάλας εἰμὶ ἀγνώμων τῇ προαιρέσει! Πάντοτε γλυκαίνομαι ὑπὸ τῆς χάριτός σου, πάντοτε φωτίζομαι, συνεχῶς στηρίζομαι, καὶ πάντοτε αὐτὴν ἀθετῶ καὶ εἰς τὴν πικρότητα ἐμαυτοῦ πάλιν μεταβάλλομαι.
Ὑπομιμνῄσκεις με, Ὑπεράγαθε, τὸν θάνατον, τὰς αἰωνίους τιμωρίας, καὶ ἕλκεις με πάντοτε εἰς τὴν ζωήν, ἵνα σωθῶ, ἐγὼ δὲ τῇ μοχθηρίᾳ ἀεὶ ἐπιμένω. Χάριν τούτων οὐκ ἔχω οὐδεμίαν ἀπολογίαν ἐκεῖ. Κρούω, ἵνα ἀνοιγῇ μοι ἡ θύρα τοῦ ἐλέους σου, Κύριε. Ἐπιμένω δεόμενος, ὅπως ἐπιτύχω τοῦ αἰτήματος. Ὡς ἀναιδὴς ἐλεηθῆναι ζητῶ. Μακροθύμησον ἐπ’ ἐμοὶ τῷ σκολιῷ. Ῥῦσαί με τῶν περιεχουσῶν με ἁμαρτιῶν, καὶ ὑγιὴς γενόμενος ἐγερθῶ τῆς κλίνης τῆς φθοροποιοῦ ἁμαρτίας. Ἐλευθέρωσόν με ἀπὸ παντὸς ἔργου πονηροῦ, πρὶν καταλάβῃ με τὸ τέλος· ὅπως εὕρω χάριν ἐνώπιόν σου ἐν τῇ ὥρᾳ τοῦ θανάτου καὶ χωρισμοῦ· ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Λεύκανον τὸν σπιλωθέντα μοι χιτῶνα πρὸ τοῦ ἐλθεῖν μοι τὸ πρόσταγμα τὸ φοβερόν, καὶ λαβεῖν με ἀνέτοιμον καὶ ᾐσχυμμένον. Ῥῦσαι ψυχὴν τεθλιμμένην ἐκ στόματος λέοντος, καὶ σῶσον αὐτὴν χάριτι καὶ οἰκτιρμοῖς, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.