ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Προς επίδοξους… ιεροκήρυκες: Περί ησυχίας (Αββάς Αμμωνάς) | Η ΑΛΛΗ ΟΨΙΣ

Γνωρίζετε βέβαια αγαπητοί μου αδελφοί, ότι από τότε που έγινε η παράβασις των πρωτοπλάστων, δεν μπορεί η ψυχή να γνωρίση, όπως πρέπει, τον Θεό, εάν δεν περιοριστή μακρυά από τους ανθρώπους και από κάθε περισπασμό. Διότι τότε θα δοκιμάση τον πόλεμο των εχθρών της. Και αφού νικήση σε κάθε προσβολή των αντιπάλων, τότε το πνεύμα του Θεού θα κατοικήση μέσα της και όλος ο κόπος της θα μεταβληθή σε χαρά και αγαλλίασι. Βέβαια στον καιρό του πολέμου θα υπομείνη θλίψεις, στενοχώριες και άλλα πολυποίκιλα βάσανα. Αλλά ας μη φοβηθή. Δεν θα νικηθή, εφ’ όσον αγωνίζεται στην ησυχία.

Η συνέχεια εδώ: Προς επίδοξους… ιεροκήρυκες: Περί ησυχίας (Αββάς Αμμωνάς) | Η ΑΛΛΗ ΟΨΙΣ

09/04/2016 Posted by | Αγ. Συμεών του Νέου Θεολόγου, Περί Μοναχισμού, Φιλοκαλικά | Σχολιάστε

ΑΓΙΟΥ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ ΛΟΓΟΣ ΟΓΔΟΗΚΟΣΤΟΣ A.

Επειδή μερικοί άνθρωποι έχουν μεγάλην υπόληψιν δια τον εαυτόν τους, (όπου άμποτε να μην την είχαν) και νομί­ζουν πως είναι παρόμοιοι με τους παλαιούς Αγίους και θεοφόρους Πατέρας ημών κατά την γνώσιν, και πράξιν και τελειότητα, και πως έ­χουν την ιδίαν χάριν του Αγίου Πνεύματος ό­που είχαν και εκείνοι, και συσταίνουν τον εαυ­τόν τους με λόγια μοναχά χωρίς έργα, με το να επλανήθησαν από το πνεύμα της οιήσεως και της κενοδοξίας· έκρινα εύλογον να ειπώ εις αυτούς ολίγα τινά με απλότητα, δια την εντολήν του Θεού όπου είπε, και συ στραφείς, διόρθωσαι τους αδελφούς σου, και δια την κοινήν αγάπην όπου μας προστάζει ό Χριστός να έχωμεν προς τους πλησίον μας. Θέλεις, αδελφέ, να ακούσης τι έκαμναν οι Άγιοι, και θεοφόροι Πατέρες ημών, όταν εκάθηντο μέσα εις τα κελλειά τους ;

μέσω ΑΓΙΟΥ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ ΛΟΓΟΣ ΟΓΔΟΗΚΟΣΤΟΣ A..

14/10/2013 Posted by | Αγ. Συμεών του Νέου Θεολόγου | , , , , , , , , , | Σχολιάστε

Ἡ μεγαλύτερη ἀρετή. Ἁγίου Συμεών τοῦ Νέου Θεολόγου

Ἀδελφοί μου, θέλω νά σᾶς μιλήσω γιά κεῖνα τά πράγματα πού συμβάλλουν στήν ὠφέλεια τῆς ψυχῆς, καί ντρέπομαι τήν ἀγάπη σας, γνωρίζοντας τήν ἀναξιότητά μου. Θά προτιμοῦσα νά  σιωπήσω, γιατί δέν τολμῶ νά σηκώσω τά μάτια μου καί  ν’ ἀντικρύσω πρόσωπο ἀνθρώπου.

Ἡ συνείδησή μου μέ κατακρίνει, καί μέ πληροφορεῖ πώς εἶμαι ἀνάξιος νά γίνω ὀδηγός σας. Λυπᾶμαι πού προκρίθηκα νά ὁδηγῶ ἐσᾶς ἐγώ ὁ ταπεινός, ἐγώ πού εἶμαι κατώτερος ἀπ’ ὅλους σας καί δέν ἔχω λόγο «μεμαρτυρημένο» ἀπό τίς πράξεις μου καί τήν πολιτεία  μου.

Γνωρίζω καλά πώς ὁ Κύριος δέν μακαρίζει ὅποιον διδάσκει μόνο, μά ὅποιον  ἐφαρμόζει πρῶτα τίς ἐντολές Του καί ὕστερα διδάσκει. «Ὁ ποιήσας καί διδάξας» λέγει, «μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν».  Γιατί μόνον ὅσοι ἀκοῦνε ἕνα τέτοιο δάσκαλο, προθυμοποιοῦνται νά τόν μιμηθοῦν. Καί δέν ὠφελοῦνται ἀπό τά λόγια του τόσο, ὅσο παρακινοῦνται ἀπό τά καλά του ἔργα. Σᾶς παρακαλῶ ὅμως, νά  μή βλέπετε τή δική μου ραθυμία, ἀλλά ν’ ἀκοῦτε τά προστάγματα τοῦ Θεοῦ καί τίς ὑποθῆκες τῶν ἁγίων Πατέρων. Γιατί ὁ θεοφώτιστοι Πατέρες μας δέν ἔγραφαν καμιά ἐντολή, ἄν πρῶτα δέν τήν ἐφάρμοζαν. Οἱ ἐντολές λοιπόν τοῦ Κυρίου εἶναι ἕνας δρόμος, πού μᾶς ἀνεβάζει ὅλους στόν οὐρανό, μᾶς ὁδηγεῖ στόν Θεό. …….. Διαβάστε περισσότερα μέσω Ἀναβάσεις: Ἡ μεγαλύτερη ἀρετή. Ἁγίου Συμεών τοῦ Νέου Θεολόγου.

06/12/2011 Posted by | Αγ. Συμεών του Νέου Θεολόγου | Δεν επιτρέπεται σχολιασμός στο Ἡ μεγαλύτερη ἀρετή. Ἁγίου Συμεών τοῦ Νέου Θεολόγου

ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ (Β’)

View this document on Scribd

17/11/2011 Posted by | Αγ. Συμεών του Νέου Θεολόγου | , , , , , | Δεν επιτρέπεται σχολιασμός στο ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ (Β’)

ΚΑΤΗΧΗΣΕΙΣ ΚΑΙ ΕΥΧΑΡΙΣΤΙΑΙ ΑΓ. ΣΥΜΕΩΝ Ν. ΘΕΟΛΟΓΟΥ τομ. 1.

View this document on Scribd

16/11/2011 Posted by | Αγ. Συμεών του Νέου Θεολόγου, Καταπολέμηση παθών, Περί προσευχής, Περί υπακοής, Περί υπομονής, Περί ασκήσεως, Περί αγάπης, ΨΥΧΩΦΕΛΙΜΑ | , , , , , , | Δεν επιτρέπεται σχολιασμός στο ΚΑΤΗΧΗΣΕΙΣ ΚΑΙ ΕΥΧΑΡΙΣΤΙΑΙ ΑΓ. ΣΥΜΕΩΝ Ν. ΘΕΟΛΟΓΟΥ τομ. 1.

Ἀγάπησον, ἀδελφέ, θλῖψιν σώματος (Αγ. Συμεών ο Ν.Θ.) (Α)

Λόγος΄.Β’

(α’ μέρος)

Περί τοῦ φεύγειν τούς λοιμούς καί φθοροποιούς τῶν ἀνθρώπων καί τούς λόγους αὐτῶν ἀποπέμπεσθαι καί πρός τήν ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι. Ἔτι δέ καί περί τοῦ δεῖν σκοπεῖν εἰ τά τῶν μακαρισμῶν τοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἔχομεν. Καί περί δακρύων καί κατανύξεως.

Ἀδελφοί καί πατέρες, πᾶς ὅστις εὑρεῖν βούλεται τόν Θεόν, ἀπαρνησάσθω ἑαυτόν καί τῆς ἰδίας μή φεισάσθω ψυχῆς, ἀλλ᾿ ἔχθραν θήτω ἀναμέσον αὐτοῦ καί ἀναμέσον πάντων τῶν κατά σάρκα περιπατούντων. Μή ἐπιστραφήτω τινός τούτων τοῖς δῆθεν παρακλητικοῖς λόγοις καί μή καθίσῃ μετ᾿ αὐτῶν ἐν καθέδρᾳ, μηδέ ὁμιλείτω ὁμιλίας κακάς, δι᾿ ὧν ἡ ψυχή φαρμακεύεται καί ἀναγκάζεται τοῖς προτέροις ἐνδιατρίβειν πονηροῖς λογισμοῖς τε καί ἐνθυμήμασιν. Ἄνθρωπε, φοβήθητι τό μετά ἀγκίστρου δέλεαρ καί ἄκουσόν μου καί μακράν γενοῦ ἐξ αὐτῶν. Μή πάλιν καταγάγῃς σεαυτοῦ τήν ψυχήν ἐν τῷ ἅδῃ. Στῆσον τόν λογισμόν σου καί μή πλανᾶσθαι αὐτόν συγχωρῆς εἰς τό ἀκούειν τά μάταια. Μή ἐπιστραφῇς εἰς τά ὀπίσω, μή ὀκνήσῃ ἤ βαρυνθῇς ῥᾳθυμίᾳ, μή δώσῃς ὕπνον σοῖς ὀφθαλμοῖς μηδέ γλυκάνῃς σόν φάρυγγα ἡδονῇ τινος βρώματος, μέχρις ἄν ἴδοις τό δι᾿ οὐ καί δι᾿ ὅ ἐκλήθης καί πρός ὅ ἐπείγῃ φθάσαι κατά σκοπόν. Μή παραδέξῃ τόν ὑποβάλλοντά σοι λογισμόν· (29) “Τί δεῖ σοι τοῦ πολλοῦ, φησί, κόπου καί τῆς ἀκαίρου ταλαιπωρίας;  Χρόνον ἤδη πεπλήρωκας καί δύο καί τρεῖς, καί οὐδέν ἔγνως ὄφελος”. Μή, ἀδελφέ μου, μή ἐμπαγῇς τῇ παγίδι ταύτῃ, μηδέ προδῷς τήν σεαυτοῦ σωτηρίαν, ἀλλά χρῆσαι μᾶλλον εὐτονωτέρᾳ σπουδῇ καί ἀνδρείᾳ εἰς τήν ἐργασίαν τῶν ἀρετῶν, μή ἀπιστῶν τοῖς λόγοις καί διδασκαλίαις τῶν κατά Θεόν σου πατέρων. Θές οὖν ἐν τῇ ψυχῇ σου ἀποθανεῖν πρῶτον ἤ ἀποστῆναι τοῦ ζωηφόρου τούτου ζητήματος· εἰ γάρ ἀδιστάκτως τοῦτο πεποίηκας ἐξ ἀρχῆς, οὐκ ἄν σε ὁ ἀγαθός ὑπερεῖδε Θεός, ἀλλ᾿ ἔδωκεν ἄν σοι τοῦ ποθουμένου σαφῶς τήν ἀπόλαυσιν.

Τοιγαροῦν εἰ θέλεις ἐπιτυχεῖν ὧν ἐφίεσαι καί ποθεῖς, τῶν ἀγαθῶν λέγω τοῦ Θεοῦ, καί ἐξ ἀνθρώπων γενέσθαι ἄγγελος ἐπίγειος, ἀγάπησον, ἀδελφέ, θλῖψιν σώματος, ἄσπασαι κακοπάθειαν, τούς δέ πειρασμούς οὕτω φίλησον ὡς μέλλοντάς σοι γενέσθαι προξένους παντός ἀγαθοῦ. Τί ὡραιότερον, εἰπέ μοι, θλιβομένης ψυχῆς μετά γνώσεως ὅτι ὑπομένουσα τήν πάντων μέλλει κληρονομῆσαι χαράν; Τί ἀνδρειότερον συντετριμμένης καί τεταπεινωμένης καρδίας, ἥ τάς φάλαγγας τῶν δαιμόνων ἀπονητί τρέπουσα εἰς τέλος ἀποδιώκει; Τί ἐνδοξότερον πτωχείας πνευματικῆς τῆς προξένου τῆς βασιλείας τῶν οὐρανῶν, ἧς τί ἄν καί ἔσται ἀντάξιον ἤ νῦν ἤ ἐν τῷ αἰῶνι τῷ μέλλοντι; Τό δέ καί ἑαυτοῦ μή μεριμνᾶν ἕνεκέν τινος τῶν γηῒνων, ἀλλ᾿ ὅλην ἔχειν τήν διάνοιαν πρός Χριστόν, πόσων τοῦτο οἴει εἶναι πρόξενον ἀγαθῶν αἰωνίων, ὅσης τῆς ἀγγελικῆς καταστάσεως; Τό δέ καί πάντων ὁμοῦ τῶν προσκαίρων καταφρονεῖν καί αὐτῶν εἰπεῖν τῶν τοῦ σώματος (30) ἀναγκαίων χρειῶν, ὡς μή φιλονεικεῖν ὑπέρ τούτων μετά τινος διά τό τήν εἰρήνην καί τήν ἀγάπην ἐν ἀταράχῳ ψυχῆς καταστήματι ἀμείωτον συντηρεῖν, ποίων τῶν ἀμοιβῶν, τίνων δέ τῶν στεφάνων καί τῶν βραβείων οὐκ ἔστιν ἐπάξιον; Ὄντως ὑπέρ φύσιν ἡ ἐντολή καί ὑπέρ λόγον αἱ ἀμοιβαί, Χριστός τά πάντα ἀντί πάντων τούτοις γενήσεται. Χριστόν δέ ἀκούων μή τῇ τοῦ λόγου ἁπλότητι καί τῇ βραχύτητι τῆς λέξεως πρόσεχε, ἀλλά τήν τῆς Θεότητος ἐννόει μοι δόξαν, τήν ὑπέρ νοῦν καί διάνοιαν, τό ταύτης κράτος τό ἄφραστον, τό ἀμέτρητον ἔλεος, τόν ἀκατάληπτον πλοῦτον, ἅ δαψιλῶς τε καί φιλοτίμως αὐτοῖς δίδωσι, καί ταῦτα τούτοις ἀντί πάντων ἀρκεῖ, ὡς δεξαμένοις αὐτόν ἐκεῖνον ἐν ἑαυτοῖς, τόν αἴτιον καί βραβευτήν παντός ἀγαθοῦ· οὐδέ γάρ ἐπεθύμησέ τινος ἑτέρου ὁ αὐτόν ἰδεῖν καί θεάσασθαι καταξιωθείς, οὐδ᾿ ὁ τῆς ἀγάπης ἔμπλεως γεγονώς τοῦ Θεοῦ ἄλλον τινά ἐπί γῆς ἀγαπῆσαι πλέον ἠνέσχετο.

Πηγή: http://www.romanity.org/htm/00_ag_max.htm#agsym

17/10/2011 Posted by | Αγ. Συμεών του Νέου Θεολόγου, Καταπολέμηση παθών | , , , , , | Σχολιάστε

Περί αγάπης (Αγ. Συμεών Νέου Θεολόγου).

Λόγος  Α΄. (21)

Περί ἀγάπης. Καί ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοί καί αἱ πράξεις. Καί μακαρισμός πρός τούς ἔχοντας τήν ἀγάπην ἐγκάρδιον.

Ἀδελφοί και πατέρες, θέλω πρός ὑμᾶς λαλεῖν τά συντείνοντα πρός ὠφέλειαν ψυχῆς καί αἰδοῦμαι, μάρτυς μου ὁ Χριστός ἡ ἀλήθεια, τήν ἀγάπην ὑμῶν, γινώσκων μου τό ἀνάξιον. Διά τοῦτο γάρ ἀεί σιωπᾶν ἐβουλόμην, ὡς οἶδεν ὁ Κύριος, καί μηδέ ἀνανεύειν τό σύνολον καί πρόσωπον ἀνθρώπου ὁρᾶν, κατακρίνουσαν ἔχων μου τήν συνείδησιν, ὅτι κατετάγην ὅλως ἐγώ προηγεῖσθαι πάντων ὑμῶν ἀναξίως, ὡς τήν ὁδόν ἐπιστάμενος, ὁ μηδέ τά ἐν ποσίν εἰδώς, μηδέ ἀψάμενος ἀκμήν τῆς φερούσης ὁδοῦ πρός τόν Θεόν. Τοίνυν καί λύπη με διά τοῦτο οὐ μικρά καί ἡ τυχοῦσα κατέχει, ὅτι ὁδηγεῖν ὑμᾶς τούς τιμιωτάτους ὁ ταπεινός προκριθείς, οὕς ἔχειν αὐτός ὁδηγούς μᾶλλον ὤφειλον, ὡς πάντων ἔσχατος ὑπάρχων καί χρόνῳ καί ἡλικίᾳ, τόν ἔμπρακτον οὐκ ἔχω καί ἐμμάρτυρον λόγον ἀπό τοῦ βίου εἰς τό παρακαλεῖν ὑμᾶς καί ὑπομιμνήσκειν τά περί τῶν νόμων καί τοῦ θελήματος τοῦ Θεοῦ, ἐπειδή καί περί ὧν λαλεῖν βούλομαι, οἶδα μηδέν ἐξ αὐτῶν διαπραξάμενός ποτε. Οἶδα δέ ἀκριβῶς ὅτι ὁ Κύριος καί Θεός ἡμῶν οὐχί τόν λέγοντα μακαρίζει μόνον, ἀλλά τόν πρό τοῦ εἰπεῖν καί πράξαντα· “Μακάριος γάρ, φησίν, ὁ ποιήσας καί διδάξας· οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·” Τοῦ γάρ τοιούτου διδασκάλου καί οἱ μαθηταί ἀκούοντες, μιμεῖσθαι αὐτόν γίνονται πρόθυμοι καί οὐ τοσοῦτον ἐκ τῶν ἐκείνου λόγων δέχονται τήν ὠφέλειαν, ὅσον ἀπό τῶν καλῶν αὐτοῦ πράξεων διεγείρονται καί τά αὐτά ποιεῖν ἀναγκάζονται, ὅπερ αὐτός ἐγώ ἐν ἐμαυτῷ οὐκ ἐπίσταμαι· οὐδέν γάρ ἀγαθόν ἐμαυτῷ σύνοιδα. Ἀλλά δέομαι καί παρακαλῶ πάντας ὑμᾶς, ἀγαπητοί ἀδελφοί μου, μή εἰς τόν διακεχυμένον μου βίον ὁρᾶν, ἀλλ᾿ εἰς τά τοῦ Κυρίου προστάγματα καί εἰς τάς τῶν πατέρων ἡμῶν τῶν ἁγίων διδασκαλίας. Οὐδέν γάρ οἱ φωστῆρες ἔγραψαν ἐκεῖνοι, ὅπερ πρότερον οὐκ ἐποίησαν καί ποιήσαντες οὐ κατώρθωσαν.

Τοιγαροῦν καί γενέσθω κοινή μία ἡμῖν ἡ ὁδός, αἱ ἐντολαί τοῦ Χριστοῦ, πρός οὐρανόν ἡμᾶς καί Θεόν ἐπανάγουσαι. Εἰ γάρ καί διαφόρους ὁ λόγος ὁδούς ὑπογράφει, ἀλλ᾿ οὐ πάντως κατά τήν φύσιν ἐκείνου, κατά δέ τήν ἑκάστου δύναμίν τε καί πρόθεσιν εἰς πολλάς σχίζεσθαι λέγεται. Ἐκ πολλῶν γάρ ἀρχόμενοι καί διαφόρων ἔργων καί πράξεων, ὥσπερ ἐκ τόπων τινῶν καί πολλῶν ἀπαίροντες ἕκαστος πόλεων, εἰς ἕν καταντῆσαι σπουδάζομεν καταγώγιον, τήν βασιλείαν τῶν οὐρανῶν. Πράξεις δέ καί ὁδούς τῶν κατά Θεόν ἀνδρῶν τάς πνευματικάς χρή νοεῖν ἀρετάς, ἐν αἷς οἱ βαδίζειν ἀρξάμενοι πρός ἕνα τρέχειν σκοπόν ὀφείλουσιν, ὅπως ἐκ διαφόρων χωρίων καί τόπων εἰς μίαν συνέλθωσι πόλιν, ὡς εἴρηται, τήν βασιλείαν τῶν οὐρανῶν καί συμβασιλεύειν Χριστῷ ἅμα καταξιωθήσωνται, ὑφ᾿ ἑνί βασιλεῖ τῷ Θεῷ καί Πατρί γενόμενοι. Πόλιν οὖν ἐνταῦθα μίαν μοι νοήσεις καί οὐ πολλάς, τήν ἁγίαν καί ἀχώριστον τριάδα τῶν ἀρετῶν,  μᾶλλον δέ τήν πρώτην τῶν λοιπῶν, ἥν καί λέγουσιν ἐσχάτην, ὡς τέλος τῶν καλῶν οὖσαν καί μείζω πασῶν τυγχάνουσαν, τήν ἀγάπην φημί, ἐξ ἧς καί ἐν ᾗ πίστις πᾶσα τεθεμελίωται καί ἐλπίς ᾠκοδόμηται, καί δίχα ταύτης συνέστη τῶν ὄντων οὐδέν, οὔτε μήν καθόλου συστήσεται. Πολλά δέ ταύτης ὀνόματα, πολλαί αἱ πράξεις αὐτῆς, πλείονα τά γνωρίσματα, τά ἰδιώματα θεῖα καί πλεῖστα, ἡ φύσις δέ μία καί ἐπίσης πάντῃ πᾶσιν ἀπόρρητος, τοῖς τε ἀγγέλοις καί τοῖς ἀνθρώποις καί πάσῃ κτίσει ἑτέρᾳ, τῇ ἴσως ἀγνοουμένῃ ἡμῖν. Ἀκατάληπτος τόν λόγον, τῇ δόξῃ ἀπρόσιτος, ἀνεξιχνίαστος τοῖς βουλεύμασιν, αἰώνιος ὅτι καί ἄχρονος, ἀθεώρητος ὅτι νοεῖται μέν, οὐ καταλαμβάνεται δέ. Πολλά τά κάλλη ταύτης τῆς ἀχειροποιήτου καί καί ἁγίας Σιών, ἅ ὁ βλέπειν ἀρξάμενος οὐκέτι αἰσθηταῖς ἐπευφραίνεται θεωρίαις, οὐκέτι τοῦ κόσμου τούτου τῇ δόξῃ πρόσκειται.

Δότε οὖν μοι ἐκ προοιμίων προσομιλῆσαι αὐτῇ μικρόν καί προσφθέγξασθαι καί τόν πόθον ὡς ἔχω ταύτῃ ἀφοσιώσασθαι. Ἐπειδή, ἀγαπητοί μου πατέρες καί ἀδελφοί, ἐμνήσθην τοῦ κάλλους τῆς ἀμωμήτου ἀγάπης, καί αἴφνης τό φῶς αὐτῆς εὑρέθη ἐν τῇ καρδίᾳ μου καί τῇ γλυκύτητι αὐτῆς συνηρπάγην καί τάς ἔξωθεν αἰσθήσεις ἀπώλεσα, ἔκνους ὅλως τῷ βίῳ γενόμενος, καί τῶν ἐν χερσίν ἐπιλέλησμαι. Μακράν δέ, οὐκ οἶδ᾿ ὅπως εἰπεῖν, πάλιν ἀπέστη ἀπ᾿ ἐμοῦ καί τήν ἰδίαν με ἀφῆκε θρηνεῖν ἀσθένειαν. Ὦ ἀγάπη παμπόθητε, μακάριος ὁ σέ ἀσπασάμενος, ὅτι οὐκέτι κάλλος γηγενοῦς ἐμπαθῶς ἐπιθυμήσει ἀσπάσασθαι. Μακάριος ὁ σοί περιπλακείς ἐξ ἔρωτος θείου· ἅπαντα γάρ τόν κόσμον ἀρνήσεται καί παντί πλησιάζων ἀνθρώπῳ οὐδαμῶς μολυνθήσεται. Μακάριος ὁ τά σά κάλλη καταφιλήσας καί κατατρυφήσας αὐτῶν ἐξ ἀπείρου πόθου, ὅτι ψυχικῶς ἁγιασθήσεται ἐκ τοῦ ἀχράντως ἀποστάζοντος ὕδατος καί αἵματος ἀπό σοῦ. Μακάριος ὁ ποθεινῶς σε κατασπασάμενος, ὅτι ἀλλοιωθήσεται τήν καλήν ἀλλοίωσιν πνευματικῶς καί ψυχικῶς εὐφρανθήσεται, ὅτι σύ ὑπάρχεις ἡ χαρά ἡ ἀνεκλάλητος. Μακάριος ὁ σέ κτησάμενος, ὅτι τούς θησαυρούς τοῦ κόσμου εἰς οὐδέν λογισθήσεται, καί γάρ εἶ ὁ πλοῦτος ἀληθῶς ὁ ἀκένωτος. Μακάριος δέ καί τρισμακάριος καί ὅν σύ προσελάβου· ἔσται γάρ ἐν ἀδοξίᾳ τῇ ὁρωμένῃ πάντων ἐνδόξων ἐνδοξότερος καί τιμίων πάντων τιμιώτερος καί σεμνότερος. Ἐπαινετός ὁ καταδιώκων σε, ἐπαινετώτερος ὁ εὑρών σε, μακαριώτερος ὁ ἀγαπηθείς ὑπό σοῦ, ὁ εἰσδεχθείς παρά σοῦ, ὁ διδαχθείς ἀπό σοῦ, ὁ κατοικήσας ἐν σοί, ὁ τραφείς διά σοῦ τροφήν Χριστόν τόν ἀθάνατον, Χριστόν τόν Θεόν ἡμῶν.

Ὦ ἀγάπη θεία, ποῦ Χριστόν περιέχεις; Ποῦ αὐτόν κατακρύπτεις; Τί τόν τοῦ κόσμου Σωτῆρα λαβοῦσα, μακράν γέγονας ἀφ᾿ἡμῶν; Ἄνοιξον καί ἡμῖν τοῖς ἀναξίοις μικράν σου θύραν, ἵνα καί ἡμεῖς ἴδωμεν τόν δι᾿ ἡμᾶς παθόντα Χριστόν καί πιστεύσωμεν τῷ ἐλέει αὐτοῦ ὡς οὐκέτι ἀποθανοῦμεν ἀφ᾿ οὐ αὐτόν θεασόμεθα. Ἄνοιξον ἡμῖν ἡ θύρα αὐτῷ γενομένη εἰς τήν διά σαρκός αὐτοῦ ἐπιφάνειαν, ἡ βιασαμένη τά ἄφθονα καί ἀβίαστα σπλάχνα τοῦ ἡμετέρου Δεσπότου εἰς τό βαστάσαι τάς ἁμαρτίας καί τάς νόσους ἁπάντων, καί μή ἀπορρίψῃς ἡμᾶς λέγουσα· “Οὐκ οἶδα ὑμᾶς “. Γενοῦ μεθ᾿ ἡμῶν, ἵνα γνωρίσῃς ἡμᾶς· ἀγνώριστοι γάρ σοι τυγχάνομεν. Ἐνοίκησον ἐν ἡμῖν, ἵνα διά σέ καί ἡμᾶς τούς ταπεινούς ὁ Δεσπότης ἐλθών ἐπισκέψηται προϋπαντώμενος παρά σοῦ – ἡμεῖς γάρ εἰς ἅπαν ἀνάξιοι -, ὡς ἄν προσμείνῃ μικρόν ὁμιλῶν σοι καί δέξηται καί ἡμᾶς τούς ἁμαρτωλούς προσπεσεῖν τοῖς ἀχράντοις αὐτοῦ ποσί, καί συλλαλήσῃς περί ἡμῶν ἀγαθά καί πρεσβεύσῃς ἀφεθῆναι τό χρέος ἡμῖν τῶν κακῶν, ὅπως αὐτῷ τῷ Δεσπότῃ δουλεύειν διά σοῦ πάλιν ἐξιωθῶμεν καί ὑπ᾿ αὐτοῦ προνοώμεθα καί τρεφώμεθα· τό γάρ χρεωστεῖν μέν μηδέν, λιμῷ δέ πτωχείας ἀπόλλυσθαι, παρά μικρόν τῆς ἴσης ἐστί τιμωρίας καί κολάσεως πρόξενον.

Συγχωρηθείημεν παρά σοῦ, ἁγία ἀγάπη, καί διά σοῦ τῶν ἀγαθῶν τοῦ ἡμετέρου Δεσπότου ἐν ἀπολαύσει γενοίμεθα, ὧν οὐδείς, εἰ μή διά σοῦ, γεύσεται τῆς γλυκύτητος. Ὁ γάρ σε ὡς δεῖ μή φιλήσας καί παρά σοῦ μή ἀγαπηθείς ὥσπερ χρή, τρέχει μέν ἴσως, οὐ κατέλαβε δέ ὅμως· πᾶς δέ ὁ τρέχων πρό τοῦ τόν δρόμον τελέσαι ἀμφίβολος. Ὁ δέ καταλαβών σε ἤ καταληφθείς ὑπό σοῦ, πάντως βέβαιος, ἐπειδή τέλος νόμου σύ εἶ, ἡ ἐμέ περικυκλοῦσα, ἡ ἐμέ φλέγουσα καί ἐκ πόνου καρδίας εἰς πόθον ἄπειρόν με Θεοῦ καί τῶν ἐμῶν ἀδελφῶν καί πατέρων ἀνάπτουσα. Σύ γάρ τῶν προφητῶν ἡ διδάσκαλος, τῶν ἀποστόλων ἡ σύνδρομος, τῶν μαρτύρων ἡ δύναμις, τῶν πατέρων καί διδασκάλων ἡ ἔμπνευσις, ἡ πάντων τῶν ἁγίων τελείωσις καί ἡ ἐμή νῦν πρός τήν παροῦσαν διακονίαν προχείρισις.

Ἀλλά σύγγνωτέ μοι, ἀδελφοί, τῆς κατηχήσεως τοῦ λόγου παρακινηθέντι μικρόν, τοῦ πόθου τῆς ἀγάπης τοῦτο ποιήσαντος. Ἐμνήσθην γάρ αὐτῆς καί “ἐφράνθη μου ἡ καρδία” κατά τόν θεῖον Δαυίδ καί εἰς ὕμνον ἐτράπην τῶν θαυμασίων αὐτῆς. Τοιγαροῦν ἀξιῶ καί τήν ὑμετέραν ἀγάπην ὀπίσω καταδιῶξαι αὐτῆς, ὅση δύναμις, καί καταλαβεῖν αὐτήν μετά πίστεως τρέχοντας, καί τῶν ἐλπίδων ὑμῶν οὐδαμῶς διαμάρτητε. Πᾶσα γάρ σπουδή καί πᾶσα ἄσκησις μετά καμάτων πολλῶν ἡ μή καταντῶσα εἰς τήν ἀγάπην ἐν συντετριμμένῳ τῷ πνεύματι, ματαία ἐστί καί εἰς οὐδέν καταλήγουσα χρήσιμον. Οὐδέ γάρ ἐν ἄλλῃ τινί ἀρετῇ ἤ καί πληρώσει κυριακῆς ἐντολῆς δύναταί τις γνωρίζεσθαι Χριστοῦ μαθητής· “Ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοί μαθηταί ἐστε, ἐάν ἀγαπᾶτε ἀλλήλους “. Ταύτης ἕνεκα ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν, δι᾿ ἥν ἐνανθρωπήσας, πάντα ὑπέμεινεν ἑκουσίως τά ζωοποιά πάθη, ἵνα τό οἰκεῖον πλάσμα, τόν ἄνθρωπον, τῶν δεσμῶν ἐλευθερώσῃ τοῦ ᾅδου καί ἀναλαβών εἰς οὐρανούς ἀναγάγῃ. Ταύτης ἕνεκα τόν ἀκατάπαυστον ἐκεῖνον ἔδραμον οἱ ἀπόστολοι δρόμον καί τήν ἅπασαν οἰκουμένην τῷ ἀγκίστρῳ καί τῇ σαγήνῃ τοῦ λόγου σαγηνεύσαντες, ἀπό τοῦ βυθοῦ τῆς εἰδωλομανίας ἀνέσπασαν καί πρός τόν λιμένα τῆς βασιλείας τῶν οὐρανῶν ἀνεσώσαντο. Ταύτης ἕνεκα οἱ μάρτυρες τά αἵματα ἑαυτῶν ἐκένωσαν, ἵνα μή Χριστόν ἀπολέσωσι. Διά ταύτην οἱ θεοφόροι πατέρες ἡμῶν καί τῆς οἰκουμένης διδάσκαλοι τάς ἑαυτῶν ψυχάς ὑπέρ τῆς καθολικῆς καί ἀποστολικῆς Ἐκκλησίας προθύμως ἔθηκαν· καί ἡμεῖς οἱ εὐτελεῖς ὑπεισήλθομεν τήν προστασίαν ὑμῶν τῶν τιμιωτάτων πατέρων καί ἀδελφῶν ἡμῶν, ὡς ἄν πάντα, κατά τόν ἐνόν ἐκείνους ἐκμιμούμενοι, δι᾿ ὑμᾶς πάθωμέν τε καί ὑπομείνωμεν καί πρός οἰκοδομήν ὑμῶν καί ὠφέλειαν ἐκτελέσωμεν, ἵνα παραστήσωμεν ὑμᾶς θύματα τέλεια, ὁλοκαυτώματα λογικά, τῇ τραπέζῃ Θεοῦ. Ὑμεῖς γάρ ἐστε τά τέκνα τοῦ Θεοῦ, ἅ μοι δέδωκεν ὁ Θεός ὡς παιδία, τά ἐμά σπλάχνα, οἱ ἐμοί ὀφθαλμοί.  Ὑμεῖς ἐστε τό ἐμόν, ἀποστολικῶς εἰπεῖν, καύχημα καί ἡ σφραγίς τῆς ἐμῆς διδασκαλίας.

Σπουδάσωμεν οὖν, ἀγαπητοί μου ἐν Χριστῷ ἀδελφοί, ὥσπερ διά πάντων, οὕτω καί διά τῆς εἰς ἀλλήλους ἀγάπης θεραπεύειν τόν Θεόν καί ὅν ᾑρετίσασθε εἰς τύπον ἔχειν πατρός πνευματικοῦ, εἰ καί τῆς ἀξίας πολύ ἀπολείπομαι, ὡς ἄν χαίρῃ μέν Θεός ἐπί τῇ ὁμονοίᾳ καί τελειώσει ὑμῶν, χαίρω δέ κἀγώ ὁ ταπεινός, ἐπεκτεινομένην ὁρῶν ἀεί τήν προκοπήν τοῦ κατά Θεόν ὑμῶν βίου ἐπί τό κρεῖττον ἐν πίστει, ἐν ἁγνεία, ἐν φόβῳ Θεοῦ, ἐν εὐλαβείᾳ, ἐν κατανύξει καί δάκρυσι, δι᾿ ὧν ὁ ἔσω καθαίρεται ἄνθρωπος καί πληροῦται φωτός θείου καί ὅλος Πνεύματος Ἁγίου γίνεται ἐν συντρετριμμένῳ ψυχῆς καί καταβεβλημένῳ φρονήματι, καί ἡ χαρά ἡ ἐμή γίνεται εἰς εὐλογίαν ὑμῶν καί προσθήκην ἀνωλέθρου καί μακαρίας ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Πηγή: http://www.romanity.org/htm/00_ag_max.htm#agsym

11/10/2011 Posted by | Αγ. Συμεών του Νέου Θεολόγου | , , , , , | Σχολιάστε