ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Ἐρμηνεία στήν πρὸς Ρωμαῖους Ἐπιστολή. Αγ. Ἰωάννου τοῦ Χρυσοστόμου. Ὀμιλία α΄ (Ρωμ. 1, 1-7).

Παλος, δολος ησο Χριστοκλητς πόστολος, φωρισμένος ες Εαγγέλιον Θεο προ επηγγείλατο δι τν προφητν ατο ν Γραφας γίαις.

αʹ. Μωϋσῆς μὲν πέντε βιβλία συγγράψας, οὐδαμοῦ τὸ ὄνομα τὸ ἑαυτοῦ τέθεικεν, οὐδὲ οἱ μετ’ ἐκεῖνον τὰ μετ’ ἐκεῖνον συνθέντες, ἀλλ’ οὐδὲ Ματθαῖος, οὐδὲ Ἰωάννης, οὐ Μάρκος, οὐ Λουκᾶς· ὁ δὲ μακάριος Παῦλος πανταχοῦ τῶν ἐπιστολῶν αὐτοῦ τὸ ὄνομα αὐτοῦ προτίθησι. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν παροῦσιν ἔγραφον, καὶ περιττὸν ἦν ἑαυτοὺς δηλοῦν παρόντας· οὗτος δὲ διὰ μακροῦ τὰ γράμματα διεπέμπετο, καὶ ἐν ἐπιστολῆς σχήματι· διὸ καὶ ἀναγκαία ἦν ἡ τοῦ ὀνόματος προσθήκη. Εἰ δὲ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ οὐ ποιεῖ τοῦτο, καὶ τοῦτο κατὰ τὴν αὐτοῦ σύνεσιν. Ἐπειδὴ γὰρ ἀπεχθῶς εἶχον πρὸς αὐτὸν, ἵνα μὴ ἐκ προοιμίων ἀκούσαντες τοῦ ὀνόματος, ἀποκλείσωσι τῷ λόγῳ τὴν εἴσοδον, ἐσοφίσατο διὰ τοῦ κρύψαι τὸ ὄνομα τὴν ἀκρόασιν τὴν ἐκείνων. Εἰ δὲ προφῆται τὰ ὀνόματα τὰ ἑαυτῶν τεθείκασι καὶ Σολομῶν, τοῦτο ὑμῖν καταλιμπάνω λοιπὸν ἐπιζητεῖν, τίνος ἕνεκεν οἱ μὲν ἔθεσαν, οἱ δὲ οὐκ ἔθεσαν· οὐδὲ γὰρ ἅπαντα παρ’ ἐμοῦ χρὴ μανθάνειν ὑμᾶς, ἀλλὰ καὶ αὐτοὺς πονεῖν καὶ ἐπιζητεῖν, ἵνα μὴ νωθρότεροι γίνησθε.

Παλος δολος ησο Χριστο.

Τίνος ἕνεκεν μετέθηκε τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς, καὶ Σαῦλον ὄντα Παῦλον ἐκάλεσεν; Ἵνα μηδὲ ταύτῃ τῶν ἀποστόλων ἔλαττον ἔχῃ, ἀλλ’ ὅπερ ἔσχεν ἐξαίρετον ὁ κορυφαῖος τῶν μαθητῶν, τοῦτο καὶ αὐτὸς κτήσηται, καὶ πλείονος οἰκειώσεως ὑπόθεσιν λάβῃ. Δοῦλον δὲ ἑαυτὸν οὐχ ἁπλῶς εἶπε τοῦ Χριστοῦ· καὶ γὰρ πολλοὶ δουλείας τρόποι· εἷς μὲν ὁ κατὰ τὴν δημιουργίαν, καθ’ ὅν φησιν, ὅτι Τὰ σύμπαντα δοῦλα σὰ, καὶ καθ’ ὅν φησιν· Ὁ δοῦλός μου Ναβουχοδονόσορ· τὸ γὰρ ἔργον τοῦ ποιήσαντος δοῦλον· ἕτερος δὲ ὁ ἀπὸ τῆς πίστεως, περὶ ἧς φησιν· Χάρις δὲ τῷ Θεῷ, ὅτι δοῦλοι ἦτε τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς, καὶ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ· ἕτερος ὁ ἀπὸ τῆς πολιτείας, καθ’ ὅν φησι· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε· καίτοι καὶ Ἰουδαῖοι πάντες θεράποντες ἦσαν, ἀλλ’ ἐξαιρέτως ὁ Μωϋσῆς πολιτείᾳ διαλάμπων. Ἐπεὶ οὖν κατὰ πάντας τοὺς τρόπους τῆς δουλείας δοῦλος ἦν ὁ Παῦλος, ἀντὶ μεγίστου ἀξιώματος τοῦτο τίθησι λέγων· Δοῦλος Ἰησοῦ Χριστοῦ· καὶ τὰ τῆς οἰκονομίας ὀνόματα προβάλλεται, κάτωθεν ἀναβαίνων ἄνω. Καὶ γὰρ τὸ Ἰησοῦς ὄνομα φέρων ὁ ἄγγελος ἦλθεν ἐκ τῶν οὐρανῶν, ὅτε ἐτίκτετο ἐκ τῆς Παρθένου· καὶ Χριστὸς δὲ ἀπὸ τοῦ χρισθῆναι λέγεται, ὃ καὶ αὐτὸ τῆς σαρκὸς ἦν. Καὶ ποίῳ, φησὶν, ἐλαίῳ ἐχρίσθη; Ἐλαίῳ μὲν οὐκ ἐχρίσθη, Πνεύματι δέ· οἶδε δὲ καὶ τοὺς τοιούτους χριστοὺς ἡ Γραφὴ καλεῖν. Τὸ γὰρ προηγούμενον ἐν τῇ χρίσει, τὸ Πνεῦμά ἐστι· διὸ καὶ τὸ ἔλαιον παραλαμβάνεται. Καὶ ποῦ χριστοὺς καλεῖ τοὺς μὴ χρισθέντας ἐλαίῳ; Ὅπου λέγει, Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Τότε γὰρ οὐδὲ ἡ κατασκευὴ τῆς χρίσεως ἦν τοῦ ἐλαίου.

Κλητς πόστολος.

Πανταχοῦ κλητὸν ἑαυτὸν καλεῖ, δεικνὺς τὴν οἰκείαν εὐγνωμοσύνην, καὶ ὅτι οὐκ αὐτὸς ζητήσας εὗρεν, ἀλλὰ κληθεὶς παρεγένετο καὶ ὑπήκουσε. Καὶ τοὺς πιστοὺς δὲ οὕτως ὀνομάζει, κλητοὺς ἁγίους. Οἱ μὲν γὰρ μέχρι τοῦ πιστεῦσαι ἐκλήθησαν, οὗτος δὲ καὶ ἕτερον ἐνεχει 60.396 ρίσθη, τὴν ἀποστολὴν, πρᾶγμα μυρίων ἀγαθῶν γέμον, καὶ τῶν χαρισμάτων ἁπάντων καὶ μεῖζον καὶ περιεκτικόν. Καὶ τί γὰρ δεῖ πλέον εἰπεῖν, ἀλλ’ ἢ ὅτι ὅπερ ὁ Χριστὸς παραγενόμενος ἔπραττε, τοῦτο αὐτοῖς ἐγχειρίσας ἀπῆλθεν; Ὃ καὶ βοᾷ Παῦλος, λέγων, καὶ τὸ τῶν ἀποστόλων ἐπαίρων ἀξίωμα· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, τουτέστιν ἀντὶ Χριστοῦ.

φωρισμένος ες Εαγγέλιον Θεο.

Καθάπερ ἐν οἰκίᾳ πρὸς διάφορα ἕκαστος ἀφώρισται ἔργα, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας διάφοροι τῶν διακονιῶν εἰσιν αἱ διανομαί. Ἐμοὶ δὲ ἐνταῦθα οὐ τὴν ἀποκλήρωσιν δοκεῖ μόνον αἰνίττεσθαι, ἀλλ’ ὅτι πάλαι καὶ ἄνωθεν πρὸς τοῦτο ἦν τεταγμένος. Ὅπερ καὶ Ἱερεμίας φησὶ τὸν Θεὸν εἰρηκέναι περὶ αὐτοῦ· Πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε. Ἐπειδὴ γὰρ πρὸς πόλιν ἀλαζονικὴν ἔγραφε, καὶ πεφυσιωμένην πάντοθεν, διὰ πάντων δείκνυσι τοῦ Θεοῦ τὴν χειροτονίαν οὖσαν· καὶ γὰρ αὐτὸς ἐκάλεσε, καὶ αὐτὸς ἀφώρισε. Ποιεῖ δὲ τοῦτο, ἵνα ἀξιόπιστον καὶ εὐπαράδεκτον ποιήσῃ τὴν ἐπιστολήν.

Ες Εαγγέλιον Θεο.

Οὐκ ἄρα μόνος Ματθαῖος εὐαγγελιστὴς οὐδὲ Μάρκος, ὥσπερ οὐδὲ οὗτος μόνος ἀπόστολος, ἀλλὰ καὶ ἐκεῖνοι, εἰ καὶ κατ’ ἐξαίρετον ὁ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο λέγονται εἶναι. Εὐαγγέλιον δὲ αὐτὸ οὐ διὰ τὰ γεγενημένα ἀγαθὰ μόνον καλεῖ, ἀλλὰ καὶ διὰ τὰ μέλλοντα. Πῶς δὲ τὸν Θεὸν εὐαγγελίζεσθαι δι’ αὐτοῦ φησιν; Ἀφωρισμένος γὰρ, φησὶν, εἰς Εὐαγγέλιον Θεοῦ· ὁ γὰρ Πατὴρ καὶ πρὸ τῶν Εὐαγγελίων δῆλος ἦν. Ἀλλ’ εἰ καὶ δῆλος ἦν, Ἰουδαίοις μόνοις, καὶ οὐδὲ τούτοις πᾶσιν, ὡς ἔδει· οὔτε γὰρ Πατέρα αὐτὸν ὄντα ᾔδεσαν, καὶ πολλὰ ἀνάξια αὐτοῦ τότε ἐφαντάζοντο· διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, ὅτι Ἥξουσιν οἱ ἀληθινοὶ προσκυνηταί· καὶ, ὅτι Ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Ὕστερον δὲ καὶ αὐτὸς μετὰ τοῦ Υἱοῦ ἐξεφάνθη τῇ οἰκουμένῃ πάσῃ· ὅπερ οὖν καὶ προαναφωνῶν ἔλεγεν ὁ Χριστός· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Εὐαγγέλιον δὲ Θεοῦ καλεῖ, ἀπὸ τῶν προοιμίων ἀνορθῶν τὸν ἀκροατήν. Οὐ γὰρ ἦλθέ τι σκυθρωπὸν ἀπαγγέλλων, ὥσπερ οἱ προφῆται κατηγορίας καὶ ἐγκλήματα καὶ ἐπιτιμήσεις, ἀλλὰ Εὐαγγέλια, καὶ Εὐαγγέλια Θεοῦ, μενόντων καὶ ἀκινήτων ἀγαθῶν θησαυροὺς μυρίους.

« προεπηγγείλατο δι τν προφητν ατο ν Γραφας γίαις».

Κύριος γὰρ δώσει ῥῆμα, φησὶ, τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ· καὶ πάλιν, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην.

βʹ. Ὁρᾷς καὶ ῥητῶς τοῦ Εὐαγγελίου καὶ τὸ ὄνομα καὶ τὸν τρόπον ἐν τῇ Παλαιᾷ κείμενον; Οὐ γὰρ διὰ ῥημάτων αὐτὸ καταγγέλλομεν μόνον, φησὶν, ἀλλὰ καὶ διὰ πραγμάτων· οὐδὲ γὰρ ἀνθρώπινον ἦν, ἀλλὰ καὶ θεῖον καὶ ἀπόῤῥητον καὶ πᾶσαν ὑπερβαῖνον φύσιν. Ἐπειδὴ δὲ καινοτομίαν ἐνεκάλουν τῷ πράγματι, δείκνυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὂν, καὶ ἐν τοῖς προφήταις προδιαγραφόμενον. Εἰ δὲ μὴ ἐξ ἀρχῆς ἔδωκε, παρὰ τοὺς μὴ βουλομένους δέξασθαι· οἱ γοῦν βουλόμενοι ἤκουσαν. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν, φησὶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πῶς οὖν φησὶν, ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον; Οὕτω, φησὶν, ὡς ὑμεῖς βλέπετε καὶ ἀκούετε, αὐτὴν τὴν σάρκα, καὶ αὐτὰ τὰ σημεῖα τὰ ἐπὶ τῶν ὄψεων. Σὺ δέ μοι σκό 60.397 πει, πρὸ πόσων ταῦτα προεκηρύττετο χρόνων· καὶ γὰρ ὅταν μεγάλα τινὰ προκατασκευάζειν ὁ Θεὸς μέλλῃ, πρὸ πολλῶν αὐτὰ προαναφωνεῖ χρόνων, γυμνάζων τὴν ἀκοὴν πρὸς τὴν ὑποδοχὴν τῆς παρουσίας αὐτῶν.

ν Γραφας γίαις.

Οὐ γὰρ ἔλεγον οἱ προφῆται μόνον, ἀλλὰ καὶ ἔγραφον ἅπερ ἔλεγον· οὐκ ἔγραφον δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων ἐτύπουν, ὡς Ἀβραὰμ τὸν Ἰσαὰκ ἄγων, καὶ Μωϋσῆς τὸν ὄφιν ὑψῶν, καὶ τὰς χεῖρας ἐκτείνων ἐπὶ τοῦ Ἀμαλὴκ, καὶ τὸν ἀμνὸν τοῦ πάσχα θύων.

Περ το Υο ατο το γενομένου κ σπέρματος Δαυδ κατ σάρκα.

Τί ποιεῖς, ὦ Παῦλε; μετεωρίσας ἡμῶν τὰς ψυχὰς καὶ ἀναγαγὼν, καὶ μεγάλα καὶ ἀπόῤῥητα φαντασθῆναι ποιήσας, καὶ Εὐαγγέλιον εἰπὼν, καὶ Θεοῦ Εὐαγγέλιον, καὶ χορὸν προφητῶν εἰσαγαγὼν, καὶ δείξας πάντας ἀνακηρύττοντας πρὸ πολλῶν ἐτῶν τὰ ἐσόμενα, ποῦ πάλιν ἡμᾶς κατάγεις πρὸς τὸν Δαυΐδ; περὶ ἀνθρώπου τίνος διαλέγῃ, εἰπέ μοι, καὶ πατέρα δίδως αὐτῷ τὸν τοῦ Ἰεσσαὶ υἱόν; καὶ ποῦ ταῦτα τῶν εἰρημένων ἄξια; Σφόδρα μὲν οὖν ἄξια· οὐ γὰρ περὶ ἀνθρώπου ψιλοῦ, φησὶν, ὁ λόγος ἡμῖν. Διά τοι τοῦτο προσέθηκα τὸ, Κατὰ σάρκα, αἰνιττόμενος, ὅτι καὶ κατὰ πνεῦμα γέννησίς ἐστι τοῦ αὐτοῦ. Καὶ τίνος ἕνεκεν ἐντεῦθεν ἤρξατο, καὶ οὐκ ἐκεῖθεν ἀπὸ τῶν ὑψηλοτέρων; Ὅτι καὶ Ματθαῖος ἐντεῦθεν καὶ Λουκᾶς καὶ Μάρκος. Τὸν γὰρ μέλλοντα χειραγωγεῖν πρὸς τὸν οὐρανὸν, κάτωθεν ἄνω χειραγωγεῖν ἀναγκαῖον· οὕτω γὰρ καὶ τὸ πρᾶγμα ᾠκονομήθη. Πρῶτον γοῦν εἶδον αὐτὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ τότε ἐνόησαν Θεόν. Ἧ τοίνυν αὐτὸς τὴν διδασκαλίαν ἐποιήσατο, ταύτῃ καὶ ὁ μαθητὴς αὐτοῦ τέμνει τὴν ἐκεῖ φέρουσαν ὁδόν. Πρῶτον οὖν λέγει τὴν κατὰ σάρκα γέννησιν, οὐκ ἐπειδὴ πρώτη ἦν, ἀλλ’ ἐπειδὴ ἀπὸ ταύτης πρὸς ἐκείνην ἀνῆγε τὸν ἀκροατήν.

Το ρισθέντος Υο Θεο ν δυνάμει κα Πνεύματι γιωσύνης ξ ναστάσεως νεκρν, ησο Χριστο.

Ἀσαφὲς τὸ εἰρημένον ἀπὸ τῆς τῶν λέξεων πλοκῆς γέγονε· διόπερ αὐτὸ διελεῖν ἀνάγκη.

Τί οὖν ἐστιν ὃ λέγει· Τὸν ἐκ Δαυῒδ γενόμενον ἀνακηρύττομεν, φησίν. Ἀλλὰ τοῦτο δῆλον· πόθεν δὲ, ὅτι καὶ Υἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς;

Πρῶτον ἀπὸ τῶν προφητῶν· διὸ ἔλεγεν, Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις. Οὐ μικρᾶς δὲ ἀποδείξεως οὗτος ὁ τρόπος.

Ἔπειτα καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς γεννήσεως· ὃ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· Ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα· τὸν γὰρ τῆς φύσεως ἔλυσε νόμον.

Τρίτον ἀπὸ τῶν θαυμάτων ὧνπερ ἔπραττε, πολλῆς δυνάμεως ἀπόδειξιν παρεχόμενος· τοῦτο γάρ ἐστιν, Ἐν δυνάμει.

Τέταρτον ἀπὸ τοῦ Πνεύματος οὗπερ ἐδίδου τοῖς πιστεύουσιν εἰς αὐτὸν, καὶ δι’ οὗ πάντας ἁγίους ἐποίει· διό φησι, Κατὰ Πνεῦμα ἁγιωσύνης· Θεοῦ γὰρ ἦν μόνου τὰ τοιαῦτα δῶρα χαρίζεσθαι.

Πέμπτον ἀπὸ τῆς ἀναστάσεως Κυρίου· πρῶτος γὰρ οὗτος καὶ μόνος ἑαυτὸν ἤγειρεν· ὅπερ καὶ αὐτὸς μάλιστα πάντων ἔφησεν εἶναι σημεῖον ἱκανὸν καὶ τοὺς ἀναισχυντοῦντας ἐπιστομίσαι. Λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Ὅταν ὑψώσητέ με ἀπὸ τῆς γῆς, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι· καὶ πάλιν, Ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ.

Τί οὖν ἐστιν, Ὁρισθέντος; Δειχθέντος, ἀποφανθέντος, κριθέντος, ὁμολογηθέντος παρὰ τῆς ἁπάντων γνώμης καὶ ψήφου, ἀπὸ τῶν προφητῶν, ἀπὸ τῆς παραδόξου γεννήσεως τῆς κατὰ σάρκα, 60.398 ἀπὸ τῆς δυνάμεως τῆς ἐν τοῖς σημείοις, ἀπὸ τοῦ Πνεύματος, δι’ οὗ τὸν ἁγιασμὸν ἔδωκεν, ἀπὸ τῆς ἀναστάσεως, δι’ ἧς τοῦ θανάτου τὴν τυραννίδα κατέλυσε.

Δι’ ο λάβομεν χάριν κα ποστολν ες πακον πίστεως.

Ὅρα εὐγνωμοσύνην οἰκέτου· οὐδὲν ἑαυτοῦ εἶναι βούλεται, ἀλλὰ πάντα τοῦ Δεσπότου. Καὶ μὴν τὸ Πνεῦμα τοῦτο ἔδωκε· διὸ ἔλεγε· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· καὶ πάλιν, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Καὶ ἐν τῇ πρὸς Κορινθίους δέ φησιν, ὅτι Ὧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· καὶ ὅτι Αὐτὸ πάντα διαιρεῖ, καθὼς βούλεται. Καὶ Μιλησίοις δὲ δημηγορῶν, ἔλεγεν· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους. Ὁρᾷς, ὅτι τὰ τοῦ Πνεύματος τοῦ Υἱοῦ φησι, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πνεύματος;

Χάριν κα ποστολήν·

τουτέστιν, Οὐχ ἡμεῖς αὐτὸ καθωρθώσαμεν τὸ γενέσθαι ἀπόστολοι· οὐδὲ γὰρ καμόντες πολλὰ καὶ πονέσαντες, τὴν ἀξίαν ταύτην ἐλάχομεν· ἀλλὰ χάριν ἐλάβομεν, καὶ τῆς ἄνωθεν δωρεᾶς τὸ κατόρθωμα γέγονεν. Εἰς ὑπακοὴν πίστεως.

γʹ. Οὐκ ἄρα οἱ ἀπόστολοι ἦσαν οἱ κατορθοῦντες, ἀλλ’ ἡ προοδοποιοῦσα χάρις αὐτοῖς. Ἐκείνων μὲν γὰρ ἦν τὸ περιιέναι καὶ κηρύττειν, τὸ δὲ πείθειν τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς Θεοῦ· καθὼς καὶ ὁ Λουκᾶς φησιν, ὅτι Διήνοιξε τὴν καρδίαν αὐτῶν· καὶ πάλιν, Οἷς ἦν δεδομένον ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.

Ες πακοήν.

Οὐκ εἶπεν, Εἰς ζήτησιν καὶ κατασκευὴν, ἀλλ’, Εἰς ὑπακοήν. Οὐδὲ γὰρ ἐπέμφθημεν, φησὶ, συλλογίζεσθαι, ἀλλ’ ὅπερ ἐνεχειρίσθημεν ἀποδοῦναι. Ὅταν γὰρ ὁ Δεσπότης ἀποφήνηταί τι, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι χρὴ τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχεσθαι μόνον. Οἱ γὰρ ἀπόστολοι διὰ τοῦτο ἐπέμφθησαν, ἵνα, ἅπερ ἤκουσαν, εἴπωσιν, οὐχ ἵνα οἴκοθέν τι προσθῶσι. καὶ ἡμεῖς δὲ λοιπὸν, ἵνα πιστεύσωμεν. Τί ἵνα πιστεύσωμεν;

Περ το νόματος ατο·

οὐχ ἵνα τὴν οὐσίαν αὐτοῦ περιεργασώμεθα, ἀλλ’ ἵνα εἰς τὸ ὄνομα αὐτοῦ πιστεύσωμεν· τοῦτο γὰρ ἦν, ὃ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειραι καὶ περιπάτει. Καὶ τοῦτο δὲ αὐτὸ πίστεως δεῖται, καὶ οὐδὲν τούτων λογισμῷ καταλαβεῖν δυνατόν.

ν πσι τος θνεσιν, ν ος στε κα μες κλητο ησο Χριστο.

Τί οὖν; πᾶσι τοῖς ἔθνεσιν ὁ Παῦλος ἐκήρυξεν; Ὅτι μὲν γὰρ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ διέδραμε, κἀκεῖθεν πάλιν εἰς αὐτὰς ἐξέβη τῆς γῆς τὰς ἐσχατιὰς, δῆλον ἐξ ὧν Ῥωμαίοις ἐπέστειλεν. Εἰ δὲ καὶ μὴ πᾶσι ἐπέστη, οὐδὲ οὕτω ψεῦδος τὸ λεγόμενον· οὐ γὰρ περὶ ἑαυτοῦ μόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν δώδεκα ἀποστόλων, καὶ πάντων τῶν καταγγειλάντων τὸν λόγον τῶν μετ’ ἐκείνους. Ἄλλως δὲ οὐδὲ ἐπ’ αὐτοῦ τὸν λόγον ἐλεγχόμενον ἴδοι τις ἂν, εἰ τὴν προθυμίαν ἐννοήσει τὴν ἐκείνου, καὶ ὅτι μετὰ τελευτὴν οὐ παύεται πανταχοῦ τῆς οἰκουμένης κηρύττων. Ἐννόησον δὲ πῶς ἐπαίρει τὴν δωρεὰν, καὶ δείκνυσι μεγάλην οὖσαν καὶ πολὺ τῆς προτέρας ὑψηλοτέραν· εἴ γε τὰ μὲν παλαιὰ περὶ ἔθνος ἓν ἐγίγνετο, αὕτη δὲ γῆν καὶ θάλασσαν ἐπεσπάσατο. Σκόπει δέ μοι κἀκεῖνο, πῶς κολακείας πάσης ἀπηλλαγμένη ἐστὶν ἡ τοῦ Παύλου 60.399 ψυχή. Ῥωμαίοις γὰρ διαλεγόμενος τοῖς ὥσπερ ἐν κορυφῇ τινι τῆς οἰκουμένης ἁπάσης καθημένοις, οὐδὲν πλέον αὐτοῖς δίδωσι τῶν λοιπῶν ἐθνῶν, οὐδὲ, ἐπειδὴ τότε ἐκράτουν καὶ ἐβασίλευον, καὶ ἐν τοῖς πνευματικοῖς φησί τι πλέον αὐτοὺς ἔχειν· ἀλλ’, Ὥσπερ, φησὶ, τοῖς ἔθνεσι πᾶσι κηρύττομεν, οὕτω καὶ ὑμῖν, μετὰ Σκυθῶν καὶ Θρᾳκῶν αὐτοὺς ἀριθμῶν· ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο δηλῶσαι, περιττὸν ἦν τὸ εἰπεῖν, Ἐν οἷς ἐστε καὶ ὑμεῖς. Ταῦτα δὲ ποιεῖ καθαιρῶν αὐτῶν τὸ φρόνημα, καὶ κενῶν τὸ φύσημα τῆς διανοίας, καὶ διδάσκων αὐτοὺς τὴν πρὸς τοὺς ἄλλους ἰσοτιμίαν. Διὸ ἐπήγαγεν αὐτὸ τοῦτο λέγων· Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ· τουτέστι, Μεθ’ ὧν ἐστε καὶ ὑμεῖς. Καὶ οὐκ εἶπεν, ὅτι Τοὺς ἄλλους μεθ’ ὑμῶν, ἀλλ’ Ὑμᾶς μετὰ τῶν ἄλλων ἐκάλεσεν. Εἰ γὰρ ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος, πολλῷ μᾶλλον οὐδὲ βασιλεὺς καὶ ἰδιώτης· καὶ γὰρ ὑμεῖς ἐκλήθητε, καὶ οὐκ ἀφ’ ἑαυτῶν προσήλθετε.

Πσι τος οσιν ν ώμ γαπητος Θεο, κλητος γίοις, χάρις μν κα ερήνη π Θεο Πατρς μν κα Κυρίου ησο Χριστο.

Ὅρα πῶς συνεχῶς τὸ ὄνομα τοῦ κλητοῦ τίθησι, Κλητὸς ἀπόστολος, λέγων. Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί· Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ κλητοῖς. Τοῦτο δὲ οὐ περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόμενος αὐτοὺς τῆς εὐεργεσίας ἀναμνῆσαι. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐν τοῖς πιστεύουσι καὶ ἐξ ὑπάρχων εἶναι καὶ ὑπάτων, καὶ πένητας καὶ ἰδιώτας, ἐκβάλλων τὴν ἀνωμαλίαν τῶν ἀξιωμάτων, πᾶσι μίαν ἐπιστέλλει προσηγορίαν. Εἰ δὲ ἐν τοῖς ἀναγκαιοτέροις καὶ πνευματικοῖς κοινὰ δούλοις καὶ ἐλευθέροις ἅπαντα πρόκειται, οἷον ἡ ἀγάπη ἡ παρὰ τοῦ Θεοῦ, ἡ κλῆσις, τὸ Εὐαγγέλιον, ἡ υἱοθεσία, ἡ χάρις, ἡ εἰρήνη, ὁ ἁγιασμὸς, τὰ ἄλλα πάντα, πῶς ἐσχάτης ἀνοίας οὐκ ἂν εἴη, οὓς ὁ Θεὸς συνῆψε καὶ ὁμοτίμους ἐποίησεν ἐν τοῖς μείζοσι, τούτους διαιρεῖν ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων; Διά τοι τοῦτο ἀπὸ τῶν προοιμίων αὐτῶν τὴν χαλεπὴν ταύτην ἐκβαλὼν νόσον ὁ μακάριος οὗτος, εἰς τὴν μητέρα τῶν ἀγαθῶν αὐτοὺς ἐμβιβάζει, ταπεινοφροσύνην. Τοῦτο καὶ οἰκέτας βελτίους εἰργάζετο, μανθάνοντας ὡς οὐδὲν ἐκ τῆς δουλείας παραβλαβήσονται, τὴν ὄντως ἐλευθερίαν ἔχοντες· τοῦτο καὶ τοὺς δεσπότας παρεσκεύαζε μετριάζειν, παιδευομένους ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἐλευθερίας, ἂν μὴ τὰ τῆς πίστεως ᾖ προηγούμενα. Καὶ ἵνα μάθῃς, ὅτι οὐ σύγχυσιν ἐργαζόμενος τοῦτο ἐποίει καὶ πάντα μιγνὺς, ἀλλ’ οἶδε καὶ διαίρεσιν ἀρίστην, οὐχ ἁπλῶς ἔγραψε πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ, ἀλλὰ μετὰ διορισμοῦ, Τοῖς ἀγαπητοῖς τοῦ Θεοῦ. Αὕτη γὰρ ἡ ἀρίστη διάκρισις, καὶ δείκνυσι πόθεν ὁ ἁγιασμός.

δʹ. Πόθεν οὖν ὁ ἁγιασμός; Ἀπὸ τῆς ἀγάπης. Εἰπὼν γὰρ, Ἀγαπητοῖς, τότε ἐπήγαγε, Κλητοῖς ἁγίοις, δηλῶν ὅτι ἐντεῦθεν ἡμῖν ἡ πηγὴ τῶν ἀγαθῶν ἁπάντων· ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας. Χάρις ὑμῖν καὶ εἰρήνη. Ὢ προσηγορίας μυρία φερούσης ἀγαθά! Τοῦτο καὶ ὁ Χριστὸς τοῖς ἀποστόλοις εἰς τὰς οἰκίας εἰσιοῦσι πρῶτον ῥῆμα φάσκειν ἐπέταττε. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἐντεῦθεν πανταχοῦ προοιμιάζεται, ἀπὸ τῆς χάριτος καὶ τῆς εἰρήνης. Οὐδὲ γὰρ μικρὸν κατέλυσεν ὁ Χριστὸς πόλεμον, ἀλλὰ καὶ ποικίλον καὶ παντοδαπὸν καὶ χρόνιον, καὶ τοῦτον οὐκ ἐκ τῶν ἡμετέρων πόνων, ἀλλὰ διὰ τῆς αὐτοῦ 60.400 χάριτος. Ἐπεὶ οὖν ἡ μὲν ἀγάπη τὴν χάριν, ἡ δὲ χάρις τὴν εἰρήνην ἐδωρήσατο, ὡς ἐν τάξει προσηγορίας αὐτὰ θεὶς, ἐπεύχεται μένειν διηνεκῆ καὶ ἀκίνητα, ὥστε μὴ πάλιν ἕτερον ἀναῤῥιπισθῆναι πόλεμον· καὶ παρακαλεῖ τὸν δεδωκότα, πάγια ταῦτα διατηρεῖν, οὕτω λέγων·

Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἰδοὺ ἐνταῦθα τὸ, ἀπὸ, κοινόν ἐστι Πατρὸς καὶ Υἱοῦ, ὅπερ ἐστὶν ἴσον τῷ, Ἐξ οὗ. Οὐ γὰρ εἶπε, Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλ’, Ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Βαβαὶ, πόσον ἴσχυσεν ἡ τοῦ Θεοῦ ἀγάπη! οἱ ἐχθροὶ καὶ ἠτιμωμένοι, ἅγιοι καὶ υἱοὶ γεγόνασιν ἐξαίφνης. Ὅταν γὰρ πατέρα καλέσῃ, υἱοὺς ἐδήλωσεν· ὅταν δὲ υἱοὺς εἴπῃ, ἅπαντα τῶν ἀγαθῶν τὸν θησαυρὸν ἀνεκάλυψε. Μένωμεν τοίνυν ἀξίαν τῆς δωρεᾶς τὴν πολιτείαν ἐνδεικνύμενοι, καὶ τὴν εἰρήνην καὶ τὴν ἁγιωσύνην διατηροῦντες. Τὰ μὲν γὰρ ἄλλα ἀξιώματα πρόσκαιρά τέ ἐστι, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ χρημάτων ἐστὶν ὠνητά· ὅθεν οὐδὲ ἀξιώματα αὐτὰ εἶναι ἄν τις φαίη, ἀλλ’ ὀνόματα ἀξιωμάτων μόνον, ἐν τῇ τῶν ἱματίων περιβολῇ, καὶ τῇ τῶν δορυφόρων κολακείᾳ τὴν δύναμιν ἔχοντα· τοῦτο δὲ, ἅτε παρὰ τοῦ Θεοῦ δοθὲν, τὸ δῶρον τὸ τῆς ἁγιωσύνης καὶ τῆς υἱοθεσίας, οὐδὲ θανάτῳ διακόπτεται, ἀλλὰ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ πρὸς τὴν μέλλουσαν ἡμῖν συναποδημεῖ ζωήν. Ὁ γὰρ τὴν υἱοθεσίαν διατηρῶν, καὶ τὴν ἁγιωσύνην μετὰ ἀκριβείας φυλάττων, αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου καὶ τὴν ἁλουργίδα ἔχοντος, λαμπρότερός τέ ἐστι πολλῷ καὶ μακαριστότερος, καὶ κατὰ τὸν παρόντα βίον γαλήνῃ τε ἐντρυφῶν πολλῇ, καὶ χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ οὐδεμίαν θορύβου καὶ ταραχῆς ἔχων ὑπόθεσιν, ἀλλ’ ἡδονῆς διηνεκοῦς ἀπολαύων.

Εὐθυμίαν γὰρ καὶ χαρὰν οὐκ ἀρχῆς μέγεθος, οὐ χρημάτων πλῆθος, οὐ δυναστείας ὄγκος, οὐκ ἰσχὺς σώματος, οὐ πολυτέλεια τραπέζης, οὐχ ἱματίων κόσμος, οὐκ ἄλλο τι τῶν ἀνθρωπίνων ποιεῖν εἴωθεν, ἀλλ’ ἢ κατόρθωμα μόνον πνευματικὸν, καὶ συνειδὸς ἀγαθόν. Καὶ ὁ τοῦτο κεκαθαρμένον ἔχων, κἂν ῥάκια περικείμενος ᾖ, καὶ λιμῷ παλαίων, τῶν σφόδρα τρυφώντων ἐστὶν εὐθυμότερος· ὥσπερ οὖν ὁ πονηρὰ συνειδὼς ἑαυτῷ, κἂν τὰ πάντων περιβάλληται χρήματα, πάντων ἐστὶν ἀθλιώτερος.

Διὰ δὴ τοῦτο ὁ μὲν Παῦλος ἐν λιμῷ ζῶν τῷ διηνεκεῖ καὶ γυμνότητι, καὶ μαστιζόμενος καθ’ ἑκάστην ἡμέραν, ἔχαιρέ τε καὶ ἐτρύφα μᾶλλον τῶν βασιλευόντων τότε· ὁ δὲ Ἀχαὰβ βασιλεύων καὶ τρυφῆς ἀπολαύων πολυτελοῦς, ἐπειδὴ τὴν ἁμαρτίαν ἐκείνην εἰργάσατο, ἔστενέ τε καὶ ἠθύμει, καὶ τὸ πρόσωπον αὐτοῦ συμπεπτωκὸς ἦν, καὶ πρὸ τῆς ἁμαρτίας καὶ μετὰ τὴν ἁμαρτίαν. Εἰ τοίνυν βουλόμεθα ἀπολαύειν ἡδονῆς, πρὸ τῶν ἄλλων ἁπάντων φεύγωμεν πονηρίαν, καὶ διώκωμεν ἀρετὴν, ὡς οὐκ ἐνὸν ἄλλως τούτου μετασχεῖν, κἂν ἐπ’ αὐτὸν ἀναβῶμεν τὸν θρόνον τὸν βασιλικόν. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ δὲ καρπὸς τοῦ Πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Τοῦτον οὖν τὸν καρπὸν τρέφωμεν παρ’ ἑαυτοῖς, ἵνα καὶ τῆς ἐνταῦθα χαρᾶς ἀπολαύσωμεν, καὶ τῆς μελλούσης ἐπιτύχωμεν βασιλείας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή:

Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, http://www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.


01/07/2011 Posted by | ερμηνεία της προς Ρωμαίους Επιστολής. | , , | Σχολιάστε

‘Υπόθεσις τῆς πρὸς Ρωμαῖους ἐπιστολής

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,

ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.

P.G. 60.391

αʹ. Συνεχῶς ἀκούων ἀναγινωσκομένων τῶν Ἐπιστολῶν τοῦ μακαρίου Παύλου, καὶ καθ’ ἑκάστην ἑβδομάδα δὶς, πολλάκις δὲ καὶ τρὶς καὶ τετράκις, ἡνίκα ἂν μαρτύρων ἁγίων μνήμας ἐπιτελῶμεν, χαίρω μὲν τῆς σάλπιγγος ἀπολαύων τῆς πνευματικῆς, καὶ διανίσταμαι, καὶ θερμαίνομαι τῷ πόθῳ, τὴν ἐμοὶ φίλην ἐπιγινώσκων φωνὴν, καὶ μονονουχὶ παρόντα αὐτὸν δοκῶ φαντάζεσθαι, καὶ διαλεγόμενον ὁρᾷν· ἀλγῶ δὲ καὶ ὀδυνῶμαι, ὅτι τὸν ἄνδρα τοῦτον οὐχ ἅπαντες ἴσασιν, ὥσπερ εἰδέναι χρὴ, ἀλλ’ οὕτω τινὲς αὐτὸν ἀγνοοῦσιν, ὡς μηδὲ τῶν Ἐπιστολῶν τὸν ἀριθμὸν εἰδέναι σαφῶς. Τοῦτο δὲ γίνεται οὐ παρὰ ἀμαθίαν, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι συνεχῶς ὁμιλεῖν τῷ μακαρίῳ τούτῳ. Οὐδὲ γὰρ ἡμεῖς ὅσαπερ ἴσμεν, εἴπερ τινὰ ἴσμεν, δι’ εὐφυΐαν καὶ ὀξύτητα διανοίας ἐπιστάμεθα, ἀλλὰ διὰ τὸ συνεχῶς ἔχεσθαι τοῦ ἀνδρὸς, καὶ σφόδρα διακεῖσθαι περὶ αὐτόν. Τὰ γὰρ τῶν φιλουμένων πρὸ τῶν ἄλλων ἁπάντων οἱ φιλοῦντες ἴσασιν, ἅτε δὴ μεριμνῶντες αὐτούς· ὅπερ καὶ ὁ μακάριος οὗτος ἐνδεικνύμενος, ἔλεγε Φιλιππησίοις· Καθὼς ἐμοὶ δίκαιόν ἐστι τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Ὥστε καὶ ὑμεῖς εἰ θέλετε μετὰ προθυμίας προσέχειν τῇ ἀναγνώσει, οὐδενὸς ἑτέρου δεηθήσεσθε· ἀψευδὴς γὰρ ὁ τοῦ Χριστοῦ λόγος, εἰπών· Ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἀλλ’ ἐπειδὴ τὸ πλέον ἡμῖν τῶν ἐνταῦθα συλλεγομένων καὶ παιδοτροφίαν καὶ γυναικὸς ἐπιμέλειαν καὶ οἰκίας πρόνοιαν ἀνεδέξαντο, καὶ διὰ τοῦτο οὐκ ἂν ἀνάσχοιντο ὅλους ἑαυτοὺς δοῦναι τῷ πόνῳ τούτῳ· πρὸς γοῦν τὸ λαβεῖν τὰ παρ’ ἑτέρων συλλεγέντα διανάστητε, καὶ τοσαύτην ἀπονείματε σπουδὴν τῇ τῶν λεγομένων ἀκροάσει, ὅσην τῇ τῶν χρημάτων συλλογῇ. Εἰ γὰρ καὶ αἰσχρὸν τοσαύτην ἀπαιτῆσαι παρ’ ὑμῶν μόνην, πλὴν ἀλλ’ ἀγαπητὸν, ἂν τοσαύτην γοῦν δῶτε.

Καὶ γὰρ ἐντεῦθεν τὰ μυρία ἐφύη κακὰ, ἀπὸ τῆς τῶν Γραφῶν ἀγνοίας· ἐντεῦθεν ἡ πολλὴ τῶν αἱρέσεων ἐβλάστησε λύμη, ἐντεῦθεν οἱ ἠμελημένοι βίοι, ἐντεῦθεν οἱ ἀκερδεῖς πόνοι. Ὥσπερ γὰρ οἱ τοῦ φωτὸς ἀπεστερημένοι τούτου οὐκ ἂν ὀρθὰ βαδίσαιεν· οὕτως οἱ πρὸς τὴν ἀκτῖνα τῶν θείων μὴ βλέποντες Γραφῶν, πολλὰ ἀναγκάζονται καὶ συνεχῶς ἁμαρτάνειν, ἅτε δὴ ἐν σκότῳ χαλεπωτάτῳ βαδίζοντες. (P.G. 60.392) Ὅπερ ἵνα μὴ γένηται, διανοίξωμεν τοὺς ὀφθαλμοὺς πρὸς τὴν λαμπηδόνα τῶν ἀποστολικῶν ῥημάτων· καὶ γὰρ ὑπὲρ τὸν ἥλιον ἔλαμψεν ἡ τούτου γλῶττα, καὶ τῶν ἄλλων ἁπάντων ἐπλεονέκτησε τῷ τῆς διδασκαλίας λόγῳ· ἐπειδὴ γὰρ περισσότερον αὐτῶν ἐκοπίασε, πολλὴν καὶ τὴν τοῦ Πνεύματος ἐπεσπάσατο χάριν. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν Ἐπιστολῶν διισχυρίζομαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πράξεων. Εἰ γάρ που δημηγορίας ἦν καιρὸς, αὐτῷ πανταχοῦ παρεχώρουν· διὸ καὶ Ἑρμῆς εἶναι ἐνομίζετο παρὰ τοῖς ἀπίστοις, διὰ τὸ τοῦ λόγου κατάρχειν. Μέλλοντας δὲ εἰς τὴν Ἐπιστολὴν κατιέναι ταύτην, ἀναγκαῖον καὶ τὸν χρόνον εἰπεῖν, καθ’ ὃν ἐγράφη. Οὐδὲ γὰρ, ὡς πολλοὶ νομίζουσι, πρὸ πασῶν τῶν ἄλλων ἐστὶν, ἀλλὰ τῶν μὲν ἀπὸ Ῥώμης γραφεισῶν προτέρα πασῶν, τῶν δὲ ἄλλων ὑστέρα, εἰ καὶ μὴ πασῶν· καὶ γὰρ αἱ πρὸς Κορινθίους ἀμφότεραι πρὸ ταύτης εἰσὶν ἀπεσταλμέναι. Καὶ τοῦτο δῆλον ἀφ’ ὧν ἐν τῷ τέλει ταύτης ἔγραφεν, οὕτω λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν· Ἐὰν ᾖ ἄξιον τοῦ καὶ ἐμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται, περὶ τῶν ἀποκομιζόντων ἐκεῖσε τὰ χρήματα ταῦτα λέγων. Ὅθεν δῆλον, ὅτι ἡνίκα μὲν ἐπέστελλε Κορινθίοις, ἀμφίβολον ἦν τὸ τῆς τοιαύτης ἀποδημίας αὐτοῦ· ὅτε δὲ Ῥωμαίοις, ἦν κεκυρωμένον λοιπόν. Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο δῆλον, ὅτι αὕτη μετ’ ἐκείνας ἡ Ἐπιστολή. Καὶ ἡ πρὸς Θεσσαλονικεῖς δὲ ἐμοὶ δοκεῖ προτέρα τῆς πρὸς Κορινθίους Ἐπιστολῆς εἶναι. Καὶ γὰρ ἐκείνοις πρότερον ἐπιστείλας, καὶ τὸν τῆς ἐλεημοσύνης πρὸς αὐτοὺς κινήσας λόγον, ὅτε ἔλεγε· Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς

θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ πρὸς πάντας τοὺς ἀδελφούς· τότε Κορινθίοις ἐπέστελλε. Καὶ τοῦτο αὐτὸ δηλοῖ λέγων· Οἶδα γὰρ ἐγὼ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐξ ὧν ἔδειξεν, ὅτι πρώτοις ἐκείνοις περὶ τούτου διελέχθη. Τούτων μὲν οὖν ὑστέρα τῶν Ἐπιστολῶν αὕτη, τῶν δὲ ἀπὸ Ῥώμης πρώτη· οὐδέπω γὰρ ἦν τῆς Ῥωμαίων πόλεως ἐπιβὰς, ἡνίκα ταύτην ἔγραφε τὴν Ἐπιστολήν· καὶ τοῦτο δηλοῖ λέγων· (P.G.60.393) Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν. Ἀπὸ Ῥώμης δὲ Φιλιππησίοις ἐπέστελλε· διό φησιν, Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες, μάλιστα οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Καὶ Ἑβραίοις δὲ ἐκεῖθεν ὁμοίως· διό φησι, τοὺς ἀπὸ τῆς Ἰταλίας ἀσπάζεσθαι πάντας αὐτούς. Καὶ τὴν πρὸς Τιμόθεον δὲ Ἐπιστολὴν καὶ αὐτὴν ἀπὸ Ῥώμης δεδεμένος ἔπεμψεν· ἢ καὶ ἐσχάτη μοι δοκεῖ πασῶν εἶναι τῶν Ἐπιστολῶν· καὶ δῆλον ἀπὸ τοῦ τέλους· Ἐγὼ γὰρ ἤδη σπένδομαι, φησὶ, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Ὅτι δὲ τὸν βίον ἐκεῖ κατέλυσε, παντί που δῆλόν ἐστιν. Ἡ δὲ πρὸς Φιλήμονα ἐσχάτη μὲν καὶ αὕτη· πρὸς γὰρ ἐσχάτῳ γήρᾳ αὐτὴν ἔγραψε· διὸ καὶ ἔλεγεν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ· τῆς μέντοι πρὸς Κολοσσαεῖς προτέρα· καὶ τοῦτο ἀπὸ τοῦ τέλους δῆλον πάλιν. Κολοσσαεῦσι γὰρ γράφων φησὶν, ὅτι Τυχικὸς πάντα γνωρίσει ὑμῖν, ὃν ἔπεμψα σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ. Ὀνήσιμος δὲ οὗτος ἦν, ὑπὲρ οὗ τὴν πρὸς Φιλήμονα Ἐπιστολὴν συνέθηκε. Καὶ ὅτι οὐκ ἦν ἄλλος οὗτος ὁμώνυμος ἐκείνῳ, δῆλον καὶ ἀπὸ τοῦ Ἀρχίππου· ὃν γὰρ ἔλαβε συνεργὸν ἐν τῇ πρὸς Φιλήμονα Ἐπιστολῇ τῆς παρακλήσεως τῆς ὑπὲρ Ὀνησίμου, τοῦτον Κολοσσαεῦσιν ἐπιστέλλων διεγείρει, λέγων· Εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες, ἵνα αὐτὴν πληροῖς. Δοκεῖ δέ μοι καὶ ἡ πρὸς Γαλάτας προτέρα εἶναι τῆς πρὸς Ῥωμαίους. Εἰ δὲ ἐν ταῖς βίβλοις ἑτέραν ἔχουσι τάξιν, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ οἱ προφῆται οἱ δώδεκα οὐκ ἐφεξῆς ἀλλήλοις ὄντες κατὰ τοὺς χρόνους, ἀλλὰ πολὺ διεστηκότες ἀλλήλων, ἐν τῇ τῶν βιβλίων τάξει ἐφεξῆς εἰσι κείμενοι. Ὁ γοῦν Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ἄλλοι μετὰ τὸν Ἰεζεκιὴλ καὶ Δανιὴλ προεφήτευσαν, καὶ πολλοὶ μετὰ τὸν Ἰωνᾶν καὶ τὸν Σοφονίαν καὶ τοὺς ἄλλους δὲ πάντας· ἀλλ’ ὅμως συνημμένοι πᾶσίν εἰσιν ἐκείνοις, ὧν τοσοῦτον τῷ χρόνῳ διεστήκασι.

βʹ. Μηδεὶς δὲ πάρεργον τοῦτον ἡγείσθω τὸν πόνον, μηδὲ περιεργίας περιττῆς τὴν τοιαύτην ἔρευναν· συντελεῖ γὰρ ἡμῖν πρὸς τὰ ζητούμενα οὐ μικρὸν ὁ τῶν Ἐπιστολῶν χρόνος. Ὅταν γὰρ ἴδω Ῥωμαίοις καὶ Κολοσσαεῦσιν ὑπὲρ τῶν αὐτῶν μὲν ἐπιστέλλοντα, οὐχ ὁμοίως δὲ ὑπὲρ τῶν αὐτῶν, ἀλλ’ ἐκείνοις μὲν μετὰ πολλῆς τῆς συγκαταβάσεως, ὡς ὅταν λέγῃ· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν· ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· Κολοσσαεῦσι δὲ οὐχ οὕτω περὶ τῶν αὐτῶν, ἀλλὰ μετὰ πλείονος παῤῥησίας· Εἰ γὰρ ἀπεθάνετε, φησὶ, σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ; δογματίζεσθε, Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς; ἅτινά ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός· οὐδὲν ἄλλο αἴτιον εὑρίσκω τῆς διαφορᾶς ταύτης, ἢ τὸν τῶν πραγμάτων χρόνον. Ἐν ἀρχῇ μὲν γὰρ συγκαταβαίνειν ἔδει, μετὰ δὲ ταῦτα οὐκέτι. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο ἄν τις εὕροι ποιοῦντα αὐτόν. Οὕτω καὶ ἰατρὸς καὶ διδάσκαλος ποιεῖν εἰώθασιν· οὔτε γὰρ τοῖς ἐξ ἀρχῆς νοσοῦσιν ὁ ἰατρὸς, καὶ τοῖς πρὸς τὸ τέλος λοιπὸν τῆς ὑγείας ἐλθοῦσιν, οὔτε τοῖς ἐξ ἀρχῆς μανθάνουσι παιδίοις ὁ διδάσκαλος, καὶ τοῖς τῶν τελεωτέρων δεομένοις διδαγμάτων, ὁμοίως χρήσονται. (P.G. 60.394) Τοῖς μὲν οὖν ἄλλοις ἐξ αἰτίας τινὸς καὶ ὑποθέσεως κινούμενος ἐπέστελλε (καὶ δηλοῖ τοῦτο Κορινθίοις μὲν λέγων·Περὶ δὲ ὧν ἐγράψατέ μοι· καὶ Γαλάταις δὲ, εὐθέως ἐκ τοῦ προοιμίου καὶ τῆς Ἐπιστολῆς ἁπάσης τὸ αὐτὸ ἐμφαίνων)· τούτοις δὲ τίνος ἕνεκεν, καὶ διὰ τί; καὶ γὰρ φαίνεται μαρτυρῶν αὐτοῖς, ὅτι μεστοὶ μὲν εἰσὶν ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Τίνος οὖν ἕνεκεν ἐπέστελλε; Διὰ τὴν χάριν τοῦ Θεοῦ, φησὶ, τὴν δοθεῖσάν μοι εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ. Διὸ καὶ ἐν ἀρχῇ ἔλεγεν· Ὀφειλέτης εἰμὶ, τὸ κατ’ ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Καὶ γὰρ τὰ εἰρημένα, οἷον ὅτι δύνανται καὶ ἄλλοις νουθετεῖν, καὶ ὅσα τοιαῦτα, ἐγκωμίου μᾶλλόν ἐστι καὶ προτροπῆς· καὶ ἀναγκαία καὶ ἡ διὰ τῶν γραμμάτων διόρθωσις καὶ τούτοις ἦν. Ἐπειδὴ γὰρ οὔπω παραγεγονὼς ἦν, διπλῇ ῥυθμίζει τοὺς ἄνδρας, καὶ τῇ τῶν γραμμάτων ὠφελείᾳ, καὶ τῇ τῆς παρουσίας προσδοκίᾳ. Τοιαύτη γὰρ ἡ ἁγία ἐκείνη ψυχή· πᾶσαν περιελάμβανε τὴν οἰκουμένην, καὶ ἐν ἑαυτῷ περιέφερεν ἅπαντας, συγγένειαν μεγίστην τὴν κατὰ Θεὸν εἶναι νομίζων· καὶ ὥσπερ πάντας αὐτοὺς ἀποτεκὼν, οὕτως ἐφίλει, μᾶλλον δὲ πατρὸς παντὸς μείζονα ἐπεδείκνυτο φιλοστοργίαν. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· νικᾷ τὰς σαρκικὰς ὠδῖνας, καὶ θερμότερον ἐπιδείκνυται τὸν πόθον. Καὶ τοῦτο μάλιστα ἔστιν ἰδεῖν ἐπὶ τῆς τοῦ Παύλου ψυχῆς, ὃς καθάπερ πτηνός τις ὑπὸ τῆς ἀγάπης γενόμενος, ἅπαντας περιῄει συνεχῶς, οὐδαμοῦ μένων οὐδὲ ἱστάμενος. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, Πέτρε, φιλεῖς με; ποίμαινέ μου τὰ πρόβατα, καὶ τοῦτον μέγιστον ὅρον ἐκφέροντος ἀγάπης, μεθ’ ὑπερβολῆς αὐτὸν ἐπεδείκνυτο. Τοῦτον οὖν καὶ ἡμεῖς ζηλώσαντες, εἰ καὶ μὴ τὴν οἰκουμένην, μηδὲ πόλεις ὁλοκλήρους καὶ ἔθνη, ἀλλὰ τὴν οἰκίαν ἕκαστος ῥυθμιζέτω τὴν ἑαυτοῦ, τὴν γυναῖκα, τὰ παιδία, τοὺς φίλους, τοὺς γείτονας. Καὶ μή μοι λεγέτω τις, ὅτι Ἄπειρός εἰμι καὶ ἰδιώτης. Οὐδὲν ἀμαθέστερον Πέτρου, οὐδὲν ἰδιωτικώτερον Παύλου. Καὶ τοῦτο αὐτὸς ὡμολόγει, καὶ οὐκ ᾐσχύνετο λέγων· Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει. Ἀλλ’ ὅμως ὁ ἰδιώτης οὗτος καὶ ὁ ἀμαθὴς ἐκεῖνος μυρίους ἐνίκησαν φιλοσόφους, μυρίους ἐπεστόμισαν ῥήτορας, ἀπὸ τῆς αὐτῶν προθυμίας καὶ τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ἐργασάμενοι. Τίνα οὖν ἕξομεν ἀπο λογίαν ἡμεῖς, οὐδὲ εἴκοσιν ἀρκοῦντες ὀνόμασιν, οὐδὲ τοῖς συνοικοῦσιν ὄντες χρήσιμοι; Σκῆψις ταῦτα καὶ πρόφασις· οὐδὲ γὰρ ἀμαθία οὐδὲ ἀπαιδευσία κωλύει τὴν διδασκαλίαν, ἀλλὰ νωθεία καὶ ὕπνος. Τοῦτον οὖν ἀποτιναξάμενοι τὸν ὕπνον, μετὰ πάσης σπουδῆς ἀντεχώμεθα τῶν οἰκείων μελῶν, ἵνα καὶ ἐνταῦθα πολλῆς ἀπολαύσωμεν τῆς γαλήνης, κατὰ τὸν τοῦ Θεοῦ φόβον τοὺς ἡμῖν ἐπιτηδείους ῥυθμίζοντες, καὶ ἐκεῖ μυρίων μετάσχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

01/07/2011 Posted by | ερμηνεία της προς Ρωμαίους Επιστολής. | Σχολιάστε

   

Αρέσει σε %d bloggers: