ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Ἀνατροπή Ἀριστοτελικῶν δογμάτων. Ἀγίου Ἰουστίνου, Φιλοσόφου και Μάρτυρος

ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ

 ΑΝΑΤΡΟΠΗ ΔΟΓΜΑΤΩΝ ΤΙΝΩΝ ΑΡΙΣΤΟΤΕΛΙΚΩΝ.

Τῶν κατὰ τὴν ἀνθρωπίνην σπουδὴν εἰς θεραπείαν τοῦ Θεοῦ ὑπὸ τῶν ἀνθρώπων γινομένων καλῶν οὐδὲν οὕτως ἐστὶ δεκτὸν τῷ Θεῷ, ὡς τὸ κατὰ δύναμιν σπουδάζειν βελτίους ποιεῖν τοὺς ἀνθρώπους. Ταύτην οὖν τὴν προθυμίαν ἐν ὑμῖν, ὦ τιμιώτατε πρεσβύτερε Παῦλε, σφόδρα οὖσαν διάπυρον ὁρῶν, ἑτοίμως ὑμῖν ὑπήκουσα περὶ ὧν ἐνετείλασθέ μοι βραχεῖάν τινα ποιήσασθαι τὴν ἐκλογὴν τῶν ἑλληνικῶν περὶ Θεοῦ καὶ κτίσεως δογμάτων, οὐχ ἵνα τι γνῷς ἀληθὲς ἐξ αὐτῶν (πῶς γὰρ ἂν ὁ ἄνωθεν ἔχων τὴν διὰ τῶν προφητῶν περὶ τούτων διδασκαλίαν παρ’ αὐτοῦ τοῦ τὴν κτίσιν πεποιηκότος Θεοῦ;), ἀλλ’ ἵνα γνῷς μὴ κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην, καθ’ ἣν ἐπαγγέλλονται Ἕλληνες περὶ Θεοῦ τε καὶ κτίσεως τοὺς λόγους ποιεῖν, τοῦτο πεποιηκότας, ἀλλ’ εἰκασμῷ τὸ δοκοῦν διορισαμένους.

Τῶν περὶ Θεοῦ καὶ κτίσεως τοὺς λόγους πεποιημένων ἀνθρώπων οἱ μὲν παρ’ αὐτοῦ τοῦ τὴν κτίσιν πεποιηκότος Θεοῦ τὴν διδασκαλίαν ἐδέξαντο περὶ Θεοῦ καὶ κτίσεως διὰ τῶν προφητῶν, τῶν πρὸς τοῦτο ὑπουργησάντων τῷ Θεῷ, οὓς πρῶτον θείοις ἔργοις τοῖς δι’ αὐτῶν γιγνομένοις ἀξίους τοῦ πιστεύεσθαι ἀνέδειξεν, εἶθ’ οὕτως περὶ τῶν τοῖς διδασκομένοις ἀδήλων τὴν διδασκαλίαν παρέσχεν· οἱ δέ, τοῖς διὰ τῶν προφητῶν ἀπιστήσαντες λόγοις, τοῖς οἰκείοις αὑτῶν λογισμοῖς ἐπέτρεψαν θεογνωσίας τὴν εὕρεσιν. Καὶ κατ’ ἐκείνους μὲν τοὺς ἐκ διδασκαλίας Θεοῦ καὶ κτίσεως ἐγνωκότας τὴν διαφορὰν εἷς ἐστιν ὁ θεός, καθ’ ἑκάτερον τὸν τῆς ἀγενεσίας τρόπον ἀγένητος ὤν, θεὸν δὲ ἢ θεοὺς οὔτε πρὸ αὑτοῦ οὔτε μεθ’ αὑτὸν ἐσχηκώς, συναΐδιον οὐκ ἔχων οὔτε ὑποκείμενον οὔτε ἀντικείμενον, ἄφθαρτον ἔχων τὴν οὐσίαν καὶ ἀνεμπόδιστον τὴν ἐνέργειαν, δημιουργὸς ὢν τοῦ κόσμου παντός, ἀρχὴν ἔχοντος τοῦ εἶναι καὶ τοῦ τὶ εἶναι καὶ τοῦ πῶς διαμένειν τὴν ἐκείνου θέλησιν.

Ἢ γὰρ ἐν ἀφθαρσίᾳ διαμένει τὰ μέρη τοῦ κόσμου, ὡς ὁ οὐρανὸς καὶ τὰ οὐράνια καὶ αἱ ἀόρατοι δυνάμεις, ἢ ἐν τῷ γίνεσθαί τε καὶ φθείρεσθαι, ὡς τὰ ἐπὶ γῆς ζῶά τε καὶ φυτά. Καὶ ὥσπερ τὸ γεγονὸς οὐκ ἂν ἐγένετο μὴ ἐκείνου προστάξαντος Γενηθήτω, οὕτως οὐδ’ ἂν διέμεινε μὴ ἐκείνου θεμένου τὸ πρόσταγμα, τοῖς μὲν ἀφθάρτοις τοῦ ἑστάναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῖς δὲ ἐν γενέσει καὶ φθορᾷ τοῦ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Πρὸς ἔνδειξιν δὲ τῆς θείας αὐτοῦ δυνάμεως καὶ τοῦ μὴ νόμῳ φύσεως αὐτὸν δουλεύειν, ἀλλ’ αὐθεντίᾳ βουλήσεως τὸ δοκοῦν ἐργάζεσθαι, τὰ μὲν ἐν ἀρχῇ τῶν ἐν γενέσει καὶ φθορᾷ φύσεως ἐκ τῆς γῆς καὶ τῶν ὑδάτων ἐποίησε, προστάξας· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος καὶ φυτὰ ἔχοντα ἐν ἑαυτοῖς τὸ σπέρμα καὶ ξύλα ποιοῦντα καρπούς· καὶ πάλιν· Ἐξαγαγέτω τὰ ὕδατα ψυχὴν ζῶσαν κατὰ γένος· τὰ δὲ ἐκ τῶν γεναρχῶν γεγενημένα ἐκ τῆς καταβολῆς τοῦ σπέρματος γενέσθαι ὡρίσατο. Καὶ περὶ τούτων πάντες οἱ παρὰ τοῦ Θεοῦ πρὸς πάντας ἀνθρώπους ἀποσταλέντες προφῆται ταὐτὰ φρονοῦντες διετέλουν, καὶ διαφωνία ἐν αὐτοῖς γέγονεν οὐδεμία· κατὰ δὲ τοὺς ἀπιστήσαντας μὲν τοῖς τῶν προφητῶν λόγοις, οἰκείῳ δὲ εἰκασμῷ περὶ Θεοῦ καὶ κτίσεως τὸ δοκοῦν διορισαμένους, πολλή τίς ἐστιν ἡ πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτοὺς διαφωνία ἐν τοῖς περὶ τῶν ὄντων καὶ τῆς τούτων ἀρχῆς κατ’ οὐσίαν τε καὶ ἀριθμὸν καὶ κίνησιν καὶ πέρας, καθὼς δείκνυται ἐκ τοῦ πρώτου λόγου τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους, μετὰ τοῦ μηδὲν αὐτὸν ἀληθεύειν περὶ ὧν διείληφε διορίσασθαι πραγμάτων.

Advertisements

01/07/2011 Posted by | Ανατροπή Αριστοτελικών δογμάτων. | Σχολιάστε