ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Προσευχή ἐπί τῇ μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας.

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, ἡ Χριστοῦ ἀνάδειξις πεφανέρωται, τῶν Προφητῶν τὰ κηρύγματα, τὸ πέρας ἐδέξαντο· ὃν γὰρ ἔφησαν σαρκί, τοῖς βροτοῖς ἐμφανίζεσθαι, ἀποτίκτεται, ἐν ἁγίῳ Σπηλαίῳ, καὶ ἐν φάτνῃ, ἀνακλίνεται ὡς βρέφος, καὶ σπαργανοῦται ὡς νήπιον. […]

Ἦχος β’

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ

Ὅτε, προμηθείᾳ θεϊκῇ, προγινωσκομένη προῆλθες, ἔξω τῆς πόλεως, κόσμου τὴν τερπνότητα, σαφῶς κατέλιπες, καὶ ψαλμῶν ἐπακούσασα τερπνῆς μελῳδίας, θείας ἐπιγνώσεως, φωτὶ κατηύγασαι· φόβον ἐν γαστρὶ δὲ λαβοῦσα, θεῖον καὶ σωτήριον Πνεῦμα, τοῖς συνοδοιπόροις σου ἀπέτεκες. […]

Δόξα… Καὶ νῦν … Ἦχος πλ. β’

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς· Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

 Ἀπολυτίκιον Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

 http://analogion.gr/glt/texts/Dec/24.uni.htm

23/12/2011 - Posted by | Λειτουργικά | , , , , , , ,

Sorry, the comment form is closed at this time.