ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Προσευχή ἐπί τῇ μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας (22/12).

Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ

Ὁ ἄδυτος Ἥλιος, Παρθενικῶν ἐκ λαγόνων, ἀνίσχειν ἐπείγεται, τοῦ φωτίσαι ἅπασαν τὴν ὑφήλιον, καθαροῖς ὄμμασι, καὶ ἁγναῖς πράξεσιν, ὑπαντῆσαι τούτῳ σπεύσωμεν, καὶ ὑποδέξασθαι, νῦν ἑτοιμασθῶμεν ἐν πνεύματι, ἐρχόμενον εἰς ἴδια, ξένῳ τοκετῷ ὡς ηὐδόκησεν, ὅπως ξενωθέντας, ἡμᾶς τῆς ἐν Ἐδὲμ διαγωγῆς, ἐπαναγάγῃ ὡς εὔσπλαγχνος, Βηθλεὲμ τικτόμενος.  […]

Ὡς περικαλέστατα τὰ σά, Μάρτυς προτερήματα! ὡς εὐκλεεῖς οἱ ἀγῶνές σου! ὡς περιβόητος, ἡ Ὁμολογία! ὡς πολλὰ τὰ θαύματα, καὶ ἄπειρα τὰ θεῖα τεράστια! δι’ ὧν δοξάζει σε, εἰς αἰῶνας ὃν ἐδόξασας, ἐναθλοῦσα, τοῖς σεπτοῖς σου μέλεσι.

Στέργουσα τὴν εὔκλειαν σεμνή, τῶν ἀθλούντων ἔσπευσας, τούτων τὸν ζῆλον μιμήσασθαι· ὅθεν ὑπήνεγκας, πόνους σφοδροτάτους, καὶ νῦν θεία χάριτι, κουφίζεις πάντα πόνον Πανεύφημε, ἐκ τῶν ψυχῶν ἡμῶν, καὶ σωμάτων τῶν τιμώντων σου, τοὺς ἀγῶνας, καὶ τὰ προτερήματα.  […]

Δόξα… Τῆς Ἁγίας Ἦχος β’

Τῆς ἀναστάσεως εἴληφας τὸ δώρημα, Ἀναστασία πανεύφημε, ἀθληφοροῦσα ἐν τῷ σταδίῳ· δαιμόνων γὰρ ἐξηφάνισας πληθύν, καὶ πόντῳ παρέδωκας ἀθληφόρε, Μάρτυς ἀξιοθαύμαστε.

Καὶ νῦν … Προεόρτιον

Ἦχος πλ. β’ Βύζαντος

Ἀνύμφευτε Παρθένε, πόθεν ἥκεις; τὶς ὁ τεκών σε, τὶς καὶ ἡ Μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν; μεγάλων χαρισμάτων ἐπὶ σοί, φρικτῶν μυστηρίων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐπὶ γῆς τὸ Σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τόν ἀστέρα, καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς Δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον. […]

 Ἀπολυτίκιον, Προεόρτιον

Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Δόξα… Τῆς Ἁγίας

Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ’ ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν …

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

http://analogion.gr/glt/texts/Dec/22.uni.htm

21/12/2011 - Posted by | Λειτουργικά | , , , , , , , , ,

Sorry, the comment form is closed at this time.