ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Προσευχή ἐσπέρας επί τῇ μνήμη τής Αγίας Μάρτυρος Ιουλιανής, τής εν Νικομηδεία.

Ήχος δ’  Έδωκας σημείωσιν

Ούτος ο Θεός ημών, ού λογισθήσεται έτερος, πρός αυτόν ανακέκραγε, Προφήτης εν πνεύματι, οδόν γάρ εξεύρε, πάσαν επιστήμης, μετά δέ ταύτα τοίς βροτοίς, σάρκα φορέσας ομοιωθήσεται, Παρθένου γάρ θεόπαιδος, αποτεχθήναι επείγεται, προσιτός μοι γενόμενος, ο τή φύσει απρόσιτος. […]

Ταίς βαφαίς ταίς εξ αίματος, σωτηρίου ιμάτιον, σεαυτή πανεύφημε επιχρώσασα, καί λαμπρυνθείσα τώ πνεύματι, Κυρίω μεμνήστευσαι, αθανάτω Βασιλεί, συντηρούντί σε άμωμον, αδιάφθορον, εις αιώνα αιώνος εν θαλάμοις, ουρανίοις ως Παρθένον, περικαλή καί ακήρατον. […]

Ήχος δ’  Κατεπλάγη Ιωσήφ

Ετοιμάζου Βηθλεέμ, ήνοικται πάσιν η Εδέμ, Ευτρεπίζου Εφραθά, ότι τό ξύλον τής ζωής, εν τώ Σπηλαίω εξήνθησεν εκ τής Παρθένου, Παράδεισος καί γάρ, η εκείνης γαστήρ, εδείχθη νοητός, εν ώ τό θείον φυτόν, εξ ού φαγόντες ζήσομεν, ουχί δέ ως ο Αδάμ τεθνηξόμεθα, Χριστός γεννάται, τήν πρίν πεσούσαν, αναστήσων εικόνα.

Η αμνάς σου Ιησού, κράζει μεγάλη τη φωνή, Σέ Νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω σύν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί, αλλ’ ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων, σώσον τάς ψυχάς ημών.

Ετοιμάζου Βηθλεέμ, ήνοικται πάσιν η Εδέμ, Ευτρεπίζου Εφραθά, ότι τό ξύλον τής ζωής, εν τώ Σπηλαίω εξήνθησεν εκ τής Παρθένου, Παράδεισος καί γάρ, η εκείνης γαστήρ, εδείχθη νοητός, εν ώ τό θείον φυτόν, εξ ού φαγόντες ζήσομεν, ουχί δέ ως ο Αδάμ τεθνηξόμεθα, Χριστός γεννάται, τήν πρίν πεσούσαν, αναστήσων εικόνα.

 http://graeca.canto.ru/glt/texts/Dec/21.htm

20/12/2011 - Posted by | Λειτουργικά | , , , , , ,

Sorry, the comment form is closed at this time.