ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

ΠΡΟΣΕΥΧΗ ΗΜΕΡΑΣ. ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ

Κανών Αναστάσιμος

Ωδή α’  Ήχος α’  Ο Ειρμός

Σού η τροπαιούχος δεξιά, θεοπρεπώς εν ισχύϊ δεδόξασται, αύτη γάρ, Αθάνατε ως πανσθενής υπεναντίους έθραυσε, τοίς Ισραηλίταις, οδόν βυθού καινουργήσασα.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Ο χερσίν αχράντοις εκ χοός, θεουργικώς κατ αρχάς διαπλάσας με, χείρας διεπέτασας εν τώ Σταυρώ, εκ γής ανακαλούμενος, τό φθαρέν μου σώμα, ο εκ Παρθένου προσείληφας.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Νέκρωσιν υπέστη δι’ εμέ, καί τήν ψυχήν τώ θανάτω προδίδωσιν, ο εμπνεύσει θεία ψυχήν μοι ενθείς, καί λύσας αιωνίων δεσμών, καί συναναστήσας, τή αφθαρσία εδόξασε.

Θεοτοκίον

Στίχ. Υπεραγία Θεοτόκε Σώσον ημάς.

Χαίρε η τής χάριτος πηγή, χαίρε η κλίμαξ καί πύλη ουράνιος, χαίρε η λυχνία καί στάμνος χρυσή, καί όρος αλατόμητον, η τόν τώ κόσμω ζωοδότην Χριστόν, κυήσασα.

 Κανών Σταυροαναστάσιμος

Ο Ειρμός

Χριστός γεννάται, δοξάσατε, Χριστός εξ ουρανών, απαντήσατε, Χριστός επί γής, υψώθητε, Άσατε τώ Κυρίω πάσα η γή, καί εν ευφροσύνη, ανυμνήσατε λαοί, ότι δεδόξασται.

Στίχ. Δόξα σοι ο Θεός ημών δόξα σοι.

 

Χριστός θεοί με σαρκούμενος, Χριστός με ανυψοί ταπεινούμενος, Χριστός απαθή εργάζεται, πάσχων ο ζωοδότης φύσει σαρκός, όθεν αναμέλπω, χαριστήριον ωδήν, ότι δεδόξασται.

Στίχ. Δόξα σοι ο Θεός ημών δόξα σοι.

Χριστός υψοί με σταυρούμενος, Χριστός συνανιστά με νεκρούμενος, Χριστός μοι ζωήν χαρίζεται, όθεν άδω εν ευφροσύνη χείρας κροτών, τώ Σωτήρι, επινίκιον ωδήν, ότι δεδόξασται.

Θεοτοκίον

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

Θεόν Παρθένε συνέλαβες, Χριστόν εν παρθενία δέ τέτοκας, εκ σού σαρκωθέντα Πάναγνε, ένα τή υποστάσει μονογενή, εν δυσίν ουσίαις, γνωριζόμενον Υιόν, ότι δεδόξασται.

 Κανών τής Υπεραγίας Θεοτόκου

Ο Ειρμός

Σού η τροπαιούχος δεξιά, θεοπρεπώς εν ισχύϊ δεδόξασται, αύτη γάρ, Αθάνατε, ως πανσθενής υπεναντίους έθραυσε, τοίς Ισραηλίταις, οδόν βυθού καινουργήσασα.

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ποίαν σοι επάξιον ωδήν, η ημετέρα προσοίσει ασθένεια; εθμή τήν χαρμόσυνον, ήν Γαβριήλ ημάς εμυσταγώγησε. Χαίρε Θεοτόκε, Παρθένε Μήτηρ ανύμφευτε.

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τή Αειπαρθένω καί Μητρί, τού Βασιλέως τών άνω Δυνάμεων, εκ καθαρωτάτης καρδίας πιστοί, πνευματικώς βοήσωμεν, χαίρε Θεοτόκε, παρθένε Μήτηρ ανύμφευτε.

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

Άπειρος η άβυσσος τής σής, ακαταλήπτου κυήσεως Πάναγνε, πίστει αδιστάκτω ούν, εθλικρινώς προσφέρομέν σοι λέγοντες, χαίρε Θεοτόκε παρθένε, Μήτηρ ανύμφευτε.

[…]

Πατράσιν αίνον εικότως νύν εισφέρω. Ιωσήφ.

Ωδή α’  Ήχος α’

«Χριστός γεννάται, δοξάσατε, Χριστός εξ ουρανών, απαντήσατε, Χριστός επί γής, υψώθητε, Άσατε τώ Κυρίω πάσα η γή, καί εν ευφροσύνη, ανυμνήσατε λαοί, ότι δεδόξασται».

Πατράσιν αίνον προσάξωμεν, πρό Νόμου καί εν Νόμω εκλάμψασι, καί τόν εκ Παρθένου λάμψαντα, Κύριον καί Δεσπότην, γνώμη ορθή, τεθεραπευκόσι, καί αδύτου φωτισμού νύν απολαύουσιν.

Αδάμ τόν πρώτον τιμήσωμεν, χειρί τετιμημένον τού κτίσαντος, καί πάντων ημών Προπάτορα, ήδη γεγενημένον, καί εν σκηναίς, ταίς επουρανίαις, μετά πάντων εκλεκτών αναπαυόμενον.

Τόν Άβελ δώρα προσάγοντα, ψυχή ευγενεστάτη προσήκατο, ο πάντων Θεός καί Κύριος, τούτον δέ μιαιφόνω, πάλαι χειρί, τεθανατωμένον, ανεκόμισε πρός φώς ως θείον Μάρτυρα.

Θεοτοκίον

Ρητών ενθέων ακούσωμεν, βοώντων τού Χριστού τήν ανάδειξιν, ιδού γάρ Σπηλαίω τίκτεται, Κόρης εξ απειράνδρου, ού τόν φρικτόν, τόκον προμηνύει, Αστρολόγοις ο αστήρ επιφαινόμενος.

[…]

Ωδή α’  Ήχος πλ. δ’

«Άσωμεν τώ Κυρίω πάντες λαοί, τώ εν θαλάσση Ερυθρά, τόν Φαραώ βυθίσαντι, ωδήν επινίκιον, ότι δεδόξασται».

Ύμνοις ανευφημήσαι, μέλλοντι τήν μνήμην σου μακάριε, φωτοφόρον μοι αίγλην, Δανιήλ ουρανόθεν κατάπεμψον.

Μέγας ήλιος όντως, Πάτερ εξανέτειλας τοίς πέρασιν, αρετών δαδουχία, καταυγάζων πιστών τά συστήματα.

Νόμοις τοίς τού Δεσπότου, Πάτερ καθυπείκων απενέκρωσας, εγκρατεία τήν σάρκα, καί υπέταξας ταύτην τώ Πνεύματι.

Θεοτοκίον

Όλος άνθρωπος ώφθη, μείνας όπερ ήν καί μετά σάρκωσιν, ο εκ σού Θεοτόκε, γεννηθείς αναλλοίωτος Κύριος.

Διαβάστε περισσότερα μέσω

http://graeca.canto.ru/glt/texts/Och/Tone1Sun.htmhttp://graeca.canto.ru/glt/texts/Dec/11-17.htmhttp://graeca.canto.ru/glt/texts/Dec/11.htm

11/12/2011 - Posted by | Λειτουργικά | , , , , , ,

Sorry, the comment form is closed at this time.

Αρέσει σε %d bloggers: