ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Ἡ χάρις σου δέδωκέ μοι τὸ λαλεῖν πρὸς σέ…

Ἡ χάρις σου δέδωκέ μοι τὸ λαλεῖν πρὸς σέ, Κύριε, καὶ ὁ πόθος ὃν ἔχω πρὸς τὴν σὴν ἀγαθότητα ἀναγκάζει με δεδιέναι. Ὡς μόνος ἀγαθὸς καὶ πάντων ἡμῶν δημιουργὸς συγχώρησον ἀνομίας καὶ ἁμαρτίας δούλου σου ἁμαρτωλοῦ καὶ ἀγνώμονος. Οἶδα ὅτι ὑπερβάλλω ταῖς ἁμαρτίαις πάντων ἀνθρώπων, Κύριε, ἀλλ’ ἔχω καταφυγὴν τὴν ὑπερβάλλουσαν ἄβυσσον τῶν σῶν οἰκτιρμῶν· πέπεισμαι δὲ ὅτι προσδέχῃ καὶ ἐλεεῖς πάντας τοὺς προσερχομένους τῇ σῇ χρηστότητι· καὶ προγνώστης ὤν, Δέσποτα, καρδίαν τοῦ προσερχομένου προβλέπεις, ἐὰν ἐξεδύσατο τὸν κόσμον παντελῶς. Πρὸ τοῦ φθάσαι αὐτὸν τὴν θύραν, ἀνοίγεις αὐτῷ· πρὸ τοῦ αὐτὸν προσπεσεῖν, χεῖρα ἐπιδίδως· πρὸ τοῦ βρύσαι αὐτὸν δάκρυα, τοὺς οἰκτιρμούς σου ἐπιρρίπτεις, καὶ ὡς ἔμπορον ἐπιδημήσαντα μετὰ πλούτου πολλοῦ, οὕτω προσδέχῃ τὸν προσερχόμενον ἐξ ὅλης ψυχῆς· ποθεῖς γὰρ ἰδεῖν τὴν μετάνοιαν, καὶ ἐπιθυμεῖς ἰδεῖν τὰ δάκρυα, καὶ χαίρεις ἐπὶ τῇ σπουδῇ τῶν δούλων σου τῶν ἀγωνιζομένων εὑρεῖν τὴν καθαρότητα.

 Ἀλλ’ ἐπειδὴ οὐκ ἔστι δυνατὸν πραθῆναι ἰάματα τῆς χάριτός σου, Κύριε, διὰ δὲ τῶν δακρύων παρέχεις αὐτὰ δωρεάν, δώρησαί μοι τῷ ἀναξίῳ δούλῳ σου δάκρυα, ἵνα μετὰ φωτισμοῦ καὶ πόθου καὶ πίστεως ἱκετεύω τὴν ἀνείκαστόν σου ἀγαθότητα, ὅπως ἰαθῶ ἀπὸ τῶν κρυπτῶν μου τραυμάτων. Δεῖξον οὖν εἰς τὰ μέλη μου τὴν πολλήν σου εὐσπλαγχνίαν, εὔσπλαγχνε ἰατρέ, καὶ ἄσπιλα ποίησον τὰ τραύματά μου, καὶ φανήσεται ἡ εὐσπλαγχνία σου εἰς ἐμὲ τὸν ταλαίπωρον. Ἀπάλλαξόν με τῶν πρεπόντων μοι κολαστηρίων. Ἀπάλλαξόν με, Κύριε, ἀπὸ τῆς συνοχῆς τῶν ἀοράτων πολεμίων, καὶ κηρυχθείη ἡ χάρις σου, ὅτι αὕτη με ἐρρύσατο. Κηρυχθείη ἡ χάρις σου, ὡς πάντοτε καὶ ἀλλαχοῦ εἰς ἀναριθμήτους ῥᾳθύμους ὡς ἐμέ. Ἔοικε, Δέσποτα, ὁ ἀσθενὴς ἡμῶν νοῦς τῷ νεοφύτῳ ξύλῳ, χρῄζοντι πάντοτε τὴν πνοὴν τοῦ ὕδατος. Οὕτως ἡ διάνοια ἡ ἡμετέρα ἀσθενὴς οὖσα, δέεται ἀδιαλείπτως ἀπὸ τῆς σῆς χάριτός τε καὶ φωτισμοῦ. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι. Εἰ δὲ ἠθέτησα καὶ ἀθετῶ ὡς χοϊκός, ἀλλ’ ὁ πληρώσας τὰς ὑδρίας ἀπὸ τῆς εὐλογίας σου, πλήρωσόν μου καὶ τὴν καρδίαν ἀπὸ τῆς χάριτος καὶ ἀγαθωσύνης σου. Ἡ εὔσπλαγχνος μήτηρ, Κύριε, ἀθετουμένη ὑπὸ τοῦ ἰδίου βρέφους, οὐ θέλει ὑπεριδεῖν αὐτό, διότι νικᾶται ὑπὸ τῶν σπλάγχνων αὐτῆς. Τὰ σπλάγχνα τοῦ πετεινοῦ κέχυται ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ, καὶ καθ’ ὥραν ἐπισκέπτεται αὐτά, καὶ βρώματα αὐτοῖς φέρει, καὶ κοπιᾷ ἵνα θρέψῃ αὐτά. Οὕτω καὶ ἡ σὴ εὐσπλαγχνία ἡττηθήσεται ὑπὸ τῆς ἐμφύτου σου ἀγαθότητος ἐλεῆσαι τοὺς ἐξ ὅλης ψυχῆς ἐπικαλουμένους σε.

Ἀλλ’ ἐκεῖνα μὲν νήπια ὄντα εἰς κρίσιν οὐκ ἔρχεται, ἐγὼ δὲ ὁ τάλας ἐν γνώσει ἁμαρτάνων οἶδα ὅτι κριθήσομαι. Προσπίπτω οὖν τοῖς οἰκτιρμοῖς σου δεόμενος, Υἱὲ Θεοῦ μονογενές, ἵνα κατὰ πᾶσαν ὥραν ἐπισκέπτηταί με ἡ χάρις σου τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον, καὶ γένηταί μοι αὕτη φωτισμὸς καὶ καταφυγὴ καὶ δύναμις, ἵνα καὶ ἐκεῖ ἐν τῇ φοβερᾷ ὥρᾳ τῆς δίκης ὑπὸ τῶν πτερύγων αὐτῆς σκεπασθῶ, καὶ σταθῶ ἐκ δεξιῶν σου μετὰ τῶν καλῶς ἀγωνισαμένων καὶ εὐαρεστησάντων σοι, οἰκτειρηθεὶς χάριτι, σωθεὶς ἐν ἐλέει, δοξάζων καὶ εὐλογῶν τὴν ἀπειροδύναμόν σου ἀγαθότητα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Τὰ πάντα σὺ ἐδημιούργησας, Κύριε· ἀλλ’ ἐκεῖνα μὲν εἰς κρίσιν οὐκ ἔρχονται, ἐγὼ δὲ καὶ περὶ ἀργοῦ λόγου καὶ πονηρῶν ἐνθυμήσεων καὶ περὶ τῆς ἐπιθυμίας αὐτῆς δίκας ὑφέξω. Ἐγὼ δὲ ἄφνω ἐπελθούσης μοι ἡδονῆς, εὐθὺς ἐπιλανθάνομαι πάντα ὁμοῦ καὶ ὡς παραφρονῶν πάντα δουλεύω τῇ κακίᾳ· κενόδοξος, ὀργίλος, χαῦνος, ὀκνηρός, μετέωρος, γαστρίμαργος, φιλήδονος, καταμολυνόμενος· κατὰ πᾶσαν ὥραν περιπλανῶμαι καὶ οὐ συνιῶ. Ἡ παρουσία τῆς χάριτός σου, Δέσποτα φιλάνθρωπε, παρέχει γλυκασμόν, ἡσυχίαν, κατάνυξιν. Ὦ φιλάνθρωπε Κύριε, ὑπεράγαθε, θέλων καὶ οὐ θέλων, σῶσόν με διὰ τὴν πολλήν σου ἀγαθότητα. 

Αγίου Εφραίμ του Σύρου

28/07/2011 - Posted by | Προς τον Κύριο του παντώς, Ιησούν Χριστόν.

Sorry, the comment form is closed at this time.