ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Δύο ευχές προς τον Κύριο. Αγίου Εφραίμ του Σύρου.

Βοηθός μου γενοῦ, Δέσποτα ἁπάντων Χριστέ, ὑπεράσπισον τῆς ψυχικῆς μου ἀσθενείας. Ἀπαλλαγείην τῆς ἀνοσίου ταύτης καὶ ἁμαρτητικῆς φθορᾶς· ἐλεύθερος γενοίμην τῶν δεσμῶν τῆς ἁμαρτίας· μὴ ἐνεργείτω ἐν ἐμοὶ ἡ τυραννὶς τῆς κακίας, μηδὲ κατακρατείτω μου ὁ πολέμιος δαίμων διὰ τῆς ἁμαρτίας ὡς αἰχμαλώτου, ἀλλ’ ἐλθέτω ἐπ’ ἐμὲ ἡ τοῦ θείου καὶ προσκυνητοῦ σου Πνεύματος βασιλεία, ἵνα ἀποχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντά μου ἐβδελυγμένα πάθη. Σὺ γὰρ εἶ Θεὸς ἐλέους καὶ φιλανθρωπίας καὶ οἰκτιρμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Αγίου Εφραίμ του Σύρου

 Ετέρα Ευχή

Δέσποτα Κύριε, ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, Βασιλεῦ τῶν αἰώνων, εὐδόκησον ἀνοιγῆναί μοι θύραν τῆς μετανοίας, ὅτι ἐν ὀδύνῃ ψυχῆς ἱκετεύω σε. Ἐπίβλεψον τῇ πολλῇ σου εὐσπλαγχνίᾳ, καὶ πρόσδεξαί μου τὴν δέησιν, καὶ μὴ ἀπώσῃ μου τὴν ἱκεσίαν, ἀλλὰ σύγγνωθί μοι τῷ ἐν πολλοῖς πταίσμασιν εὑρεθέντι. Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, καὶ συγχώρησόν μοι πάντα ὅσα, ὡς ἄνθρωπος ἡττηθεὶς τῇ προαιρέσει μου, εἰργασάμην κακά. Ζητῶ γὰρ ἄνεσιν καὶ οὐχ εὑρίσκω διὰ τὸ τὴν συνείδησίν μου εἶναι μεμολυσμένην· ἀλλ’ οὐδὲ εἰρήνη ἐστὶν ἐν ἐμοὶ διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου.

Ἄκουσον, Κύριε, καρδίας ἐν ὀδύνῃ βοώσης πρὸς σέ, καὶ μὴ πρόσχες τοῖς φαύλοις μου ἔργοις, ἀλλ’ ἐπίβλεψον ἐπὶ τὴν ὀδύνην τῆς ψυχῆς μου, καὶ τάχυνον τοῦ ἰάσασθαί με δεινῶς τετραυματισμένον, καὶ δός μοι καιρὸν ἀνανήψεως κατὰ τὴν χάριν τῆς φιλανθρωπίας σου, καὶ ῥῦσαί με ἀπὸ τῶν κακίστων ἔργων μου, καὶ μὴ ἀνταποδῷς μοι ἄξια, ὧν ἔπραξα, ἵνα μὴ τελείως ἀπόλωμαι καὶ πάσης προθυμίας ἐρημωθῶ καὶ ἐννοίας εἰς τὸ διορθώσασθαι ἐμαυτόν. Προσπίπτω οὖν τοῖς οἰκτιρμοῖς σου τοῦ ἐλεῆσαί με ἐπὶ γῆς ἐρριμμένον ἐν καταδίκῃ ἔργων μου.

Ἀνακάλεσαί με, Δέσποτα, τὸν αἰχμάλωτον κατεχόμενον ὑπὸ τῶν πράξεών μου, καὶ ὡς ὑπὸ ἁλύσεως σφιγγόμενον· σὺ γὰρ μόνος οἶδας λύειν πεπεδημένους, καὶ ἰᾶσθαι τὰ ἄδηλα τραύματα, ἃ σὺ μόνος ἐπίστασαι, ὡς τῶν κρυπτῶν γνώστης. Ὅσα γὰρ πάθη πρόσεστί μοι κακῶν, εἰς πάντα σε εὑρίσκω ὀνομαζόμενον ἰατρὸν τῶν κακῶς ἐχόντων, θύραν τῶν ἔξω παροδυρομένων, λυτρωτὴν τῶν ἀπαγομένων, ἐπέχοντα ἀεὶ τὴν χεῖρά σου καὶ μὴ ἐπαφιέντα τὴν ὀργήν σου τὴν τοῖς ἁμαρτωλοῖς ἡτοιμασμένην, ἀλλὰ διὰ τὴν πολλήν σου φιλανθρωπίαν διδόντα ἡμῖν καιρὸν ἀνανήψεως· σὺ γὰρ εἶ ὁ ταχὺς ἐν ἐλέει καὶ βραδὺς ἐν κολάσει. Θέλησον οὖν ὀρέξαι μοι χεῖρα καὶ ἀναστῆσαί με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, ὁ μὴ τερπόμενος ἐν ἀπωλείᾳ ἀνθρώπου καὶ μὴ ἀποστρεφόμενος πρόσωπον ἐν δάκρυσιν εἰς σὲ ἀτενίζοντος.

Εἰσάκουσον, Κύριε, φωνὴν τοῦ δούλου σου βοῶντος πρὸς σέ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου εἰς ἐμὲ τὸν ἐσκοτισμένον, καὶ φώτισόν με τῇ τοῦ Ἁγίου σου Πνεύματος παρουσίᾳ, καὶ χάρισαί μοι μιαρῷ προθυμίαν, καὶ στρέψον, Κύριε, τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, καὶ διάρρηξον τὸν σάκκον μου, καὶ περίζωσαί με εὐφροσύνῃ, καὶ ἀνοιγήτω μοι ἡ θύρα τῆς βασιλείας σου, ὅπως εἰσελθὼν ἐν αὐτῇ δοξάζω τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Αγίου Εφραίμ του Σύρου

26/07/2011 - Posted by | Προς τον Κύριο του παντώς, Ιησούν Χριστόν.

Sorry, the comment form is closed at this time.