ΣΗΜΕΡΟΝ

ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Παναγία Δέσποινα Θεοτόκε

Παναγία Δέσποινα Θεοτόκε, ἡ μόνη καθαροτάτη καὶ ψυχὴν καὶ σῶμα,

ἡ μόνη πάσης ἐπέκεινα καθαρότητος καὶ σωφροσύνης καὶ παρθενίας,

ἡ μόνη κατοικητήριον ὅλη γενομένη τῆς ὅλης χάριτος τοῦ παναγίου Πνεύματος,

κἀντεῦθεν καὶ αὐτὰς τὰς ἀΰλους Δυνάμεις ἀσυγκρίτως ὑπερβαλοῦσα τῇ καθαρότητι καὶ τῷ ἁγιασμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος,

ἔπιδε ἐπ’ ἐμὲ τὸν ἐναγῆ καὶ ἀκάθαρτον καὶ ῥερυπωμένον καὶ ψυχὴν καὶ σῶμα τῷ μολυσμῷ τῆς ἐμπαθοῦς καὶ ἐνηδόνου ζωῆς μου·

κάθαρόν μου τὴν ἐμπαθῆ διάνοιαν·

ἅγνισόν μου καὶ διόρθωσόν μου τοὺς πεπλανημένους καὶ τετυφλωμένους λογισμούς·

ῥύθμισον καὶ παιδαγώγησόν μου τὰς αἰσθήσεις·

ἐλευθέρωσόν με τῆς τυραννούσης κακίστης καὶ αἰσχρᾶς συνηθείας τῶν ἀκαθάρτων προλήψεων καὶ παθῶν·

στῆσόν μου πᾶσαν τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν,

καὶ δώρησαι νῆψιν καὶ διάκρισιν τῷ ἐσκοτισμένῳ καὶ ταλαιπώρῳ μου νῷ πρὸς

διόρθωσιν τῶν οἰκείων σφαλμάτων τε καὶ πτωμάτων, ἵνα τοῦ σκότους τῆς ἁμαρτίας ἀπαλλαγεὶς καταξιωθῶ δοξάζειν καὶ ὑμνεῖν σε ἐν παρρησίᾳ τὴν μόνην ἀληθινὴν Μητέρα τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν·

ὅτι μόνη σὺν αὐτῷ καὶ δι’ αὐτὸν εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις ὑπὸ πάσης τῆς ἀοράτου καὶ ὁρατῆς κτίσεως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀγίου Εφραίμ τοῦ Σύρου

07/07/2011 - Posted by | Προς την Υπεραγία Θεοτόκο

Sorry, the comment form is closed at this time.